Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Η.
Strabo, Strabonis Geographiae Chrestomathia 24-6
Not analysed yet
Ὅτι τῇ Μοθώνῃ συνεχής ἐστιν ὁ Ἀκρίτας ἄκρα, οὖσα ἀρχὴ τοῦ Μεσσηνιακοῦ κόλπου. Καλεῖται δʼ Ἀσιναῖος ἀπὸ Ἀσίνης πόλεος τῆς ἐν τῷ κόλπῳ, ὁμωνύμου τῇ Ἑρμιονικῇ. Πρὸς ἕω δὲ ἑτέρα ἄκρατοῦ αὐτοῦ κόλπου, καλουμένη Θυρίδες, ὅμοροι τῇ κατὰ Ταίναρον Λακωνικῆ· εἶτα Καρδαμύλη, εἶτα Φηραὶ, εἶτα Θουρία, ἡ παρʼ Ὁμήρῳ Αἴπεια, εἶτα Γερήνιον, ἀφʼ οὗ Γερήνιος ὁ Νέστωρ, διὰ τὸ ἐνταῦθα σωθέντα ἀπὸ τοῦ καθʼ Ἡρακλέα πολέμου τραφῆναι.