Ancient Greek · ~4 min
23 to 26
Strabo, Strabonis Geographiae Chrestomathia 23-4-26
Not analysed yet
Ὅτι Ἶλος πρῶτος μετὰ τὸν κατακλυσμὸν ἐτόλμησεν ἐν πεδίῳ πόλιν κτίσαι, τὴν ἀφʼ ἑαυτοῦ Ἴλιον· διὸ καὶ ἐτάφη ἐν πεδίῳ· «οἱ δὲ παῤ Ἴλου σῆμα, μέσσον κὰπ πεδίον. »Τινὲς δέ φασιν, ὅτι ἡ νῦν Ἴλιος δεικνυμένη οὐκ ἔστιν ἡ παῤ Ὁμήρῳ, ἀλλʼ ἑτέρα ἐστὶ ταπεινοτέρα· ἡ δὲ παλαιὰ μετεωροτέρα ἦν πρὸς τῇ Ἴδῃ σταδίοις λ΄. Ὅτι ἡ νῦν Ἀλεξάνδρεια Τρωὰς καλουμένη, πόλις ἔρημος οὐσα νῦν, Ἀντιγόνεια ἐκαλεῖτο. Ὑπὸ γὰρ Ἀντιγόνου ᾠκίσθη, τοῦ ἐξ Ἀλεξάνδρου τοῦ μεγάλου ἄρξαντος τῆς Φρυγίας· ὕστερον δὲ ὑπὸ Λυσιμάχου Ἀλεξάνδρεια μετωνομάσθη διὰ τὸ δεῖν μᾶλλον τὴν ἐπωνυμίαν ἔχειν ἀπὸ τοῦ αἰτιωτάτου πάσης τῆς κατὰ Περσῶν νίκης Ἀλεξάνδρου. Ὅτι Φιμβρίας Ῥωμαῖος, ἐν τῷ Μιθριδατικῷ πολέμῳ ἐκ πολιορκίας λαβὼν τὸ Ἴλιον ἐν ἡμέραις ι΄, εἶτα καυχώμενος, ὡς, Ἀγαμέμνονος ἔχοντος τὸν χιλιόναυν στρατὸν καὶ τὴν σύμπασαν Ἑλλάδα μόλις ἐν ἔτεσι ταύτην ἑλόντος, αὐτὸς ἐν ἡμέραις ι΄ ἔλαβεν, ἤκουσεν εὐθὺς ἔκ τινος τῶν Ἰλιέων· Οὐ γὰρ εἴχομεν Ἕκτορα τὸν προπολεμοῦντα. Ὅτι μεταξὺ Ἀβύδου καὶ Δαρδάνου πόλεως ῥεῖ ὁ Ῥοδίος ποταμὸς κατʼ ἐναντία τοῦ ἐν χερρονήσῳ Κυνὸς σήματος τῆς Ἑκάβης.