Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΟΛΩΜ ΒΙΒΛΙΟΥ ΙΓ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 27-4
Not analysed yet
Ὅτι τὸ μὲν Ἕκτορος μνῆμα ἐν Ὀφρυνίῳ ἐστὶ τῆς Τρωάδος τόπῳ ὑψηλῷ, εἶτα Ῥοίτειον. πόλις ἔρημος, εἶτα αἰγιαλὸς, εἴτα μνῆμα Αἴαντος, εἶτα Σίτειον, πόλις ἔρημος, εἶτα ὁ Ἀχιλλέως τάφος καὶ Πατρόκλου καὶ Ἀντιλόχου, εἶτα ὁ ναύσταθμος καὶ τὸ στρατόπεδον τῶν Ἐλλήνων, εἶτα αἱ τοῦ Σιμοπυντος καὶ Σκαμάνδρου ἐκβολαὶ λιμνώδεις καὶ ἔλη καὶ ἡ Στομαλίμνη καλουμένη. Ταῦτα δὲ πάντα τῇ Ἰλίῳ ὑποπέπτωκεν.