Ancient Greek · ~3 min
25 to 29
Strabo, Strabonis Geographiae Chrestomathia 25-29
Not analysed yet
Ὅτι τὰ Ἄρταβρα λιμήν ἐστι τῆς Ἱσπανίας, ἀπέναντι τῶν Κασσιτερίδων. Ὅτι κατὰ Στράβωνα ἡ δυτικὴ πλευρὰ τῆς Μαυριτανίας ἡ παρωκεανῖτις, ἀρξαμένη ἀπὸ Στηλῶν καὶ πρὸς ἀνατολὰς καὶ ωότον κλίνουσα, καταλήγει εἰς τὸν διὰ Καρχηδόνος μεσημβρινὸν τἰς Κινναμωμοφόρου παράλληλον· ὅστις κατὰ Πτολεμαῖον ἀπέχει τοῦ δυτικοῦ πέρατος μόρια λδ΄, δ΄ κατὰ μῆκος. Ὅτι τὰ ἔσπέρια μέρη τῆς Πυρήνης ἀντίκεινται πρὸς νότον τοῖς ἑσπερίοις μέρεσι τῆς μεγάλης Βρετανίας. Ὅτι ἡ μὲν Εὐρώπη πολυσχημονεστάτη ἐστὶν, ἡ δὲ Λιβύη ἀπλοσχήμων, ἡ δὲ Ἀσία μεταξὺ ἀμφοῖν· τοῦτο δὲ γίνεται διὰ τοὺς αἰγιαλούς. Ὅτι ὁ κατὰ Στήλας πορθμὸς τὸ μέν πλάτος ἔχει σταδίους ο τὸ στενώτατον, τὸ δὲ μῆκος σταδίους ἑκατὸν εἴκοσι.