Ancient Greek · ~5 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Γ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 25-2
Not analysed yet
Ὅτι Πολύβιος κρήνην εἶναί φησιν ἐν Γαδείροις ὕδατος ποτίμου, ἥτις ἀντιπαθεῖ τῇ θαλάσσῃ· πλημμυρούσης μὲν, λειψυδρεῖ, ὑποφευγούσης δὲ, πλημμυρεῖ. Αἰτιᾶται δʼ, ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους εἶς τήν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς πλημμύρας, εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων· ἀναστρέψαν δʼ εἰς τὸ ἐντὸς, ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνωθείσης δὲ πάλιν, εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς γῆς, ὥστε ἀναβλύειν εὐπόρως. Ὁ δὲ Στράβων οὐδὶ ταύτην μέν τὴν αἰτίαν ἀποδοκιμάζει· λέγει δὲ κἀκεῖνος ἑτέραν· ὅτι εἰκὸς τῶν φλεβῶν τινας τῶν πηγαίων, νοτισθείσας διὰ τῆς πλήμης ἔξωθεν, χαυνοῦσθαι καὶ παρέκχυσιν εἰς τὰ πλάγια μᾶλλον διδόναι τοῖς ὕδασιν, ἢ ἀναθλίβειν κατὰ τὸ ἀρχαῖον ῤεῖθρον εἰς τὴν κρήνην· εἰ δʼ, ὥσπερ Ἀθηνόδωρός φησιν, εἰσπνοῆ τε καὶ ἐκπνοῇ τὸ συμβαῖνον περὶ τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεις ἔοικεν, εἶναι ἄν τινα τῶν ῥεόντων ὑδάτων, ἃ κατʼ ἄλλους μὲν πόρους ἔχει τὴν ἔκρυσιν κατὰ φύσιν εἰς τὴν ἐπιφάνειαν (ὧν δὲ τὰ στόματα πηγὰς καὶ κρήνας καλοῦμεν ),κατʼ ἄλλους δὲ πόρους συνέλκεται πρὸς τὸ τῆς θαλάττης βάθος. Καὶ συνεξαίροντα μέν ἐκείνην, ὥστε πλημμυρεῖν, ὅταν οἶον ἡ ἐκπνοή γίνηται, τὸ οἰκεῖον ἀπολείπει ῥεῖθρον· πάλιν δʼ ἀναχωρεῖ πρὸς τὸ οἰκεῖον ῥεῖθρον, ὅταν κἀκείνη λάβῃ τήν ἀναχώρησιν.