Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Υ.
Strabo, Strabonis Geographiae Chrestomathia 25-7
Not analysed yet
Ὅτι Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ, πόλεμον ἔχοντες πρὸς Ἐρετριεῖς περὶ τοῦ Ληλαντίου πεδίου καὶ πολλάκις κρατούμενοι ἀπὸ τῶν ἐμπροσθίων τριχῶν καὶ καταβαλλόμενοι ὑπὸ τῶν πολεμίων, ἐπετήδευσαν τὰ ἔμπροσθεν κείρεσθαι τῆς κεφαλῆς· διὸ καὶ ὑπὸ Ὁμήρου ὄπισθεν κομόωντες προσηγορεύθησαν. Καὶ μετοικήσαντες εἰς Αἰτωλίαν ὕστερον καὶ μάχῃ νικήσαντες τοὺς ἐνοικοῦντας ἐδίωξαν πέραν τοῦ Ἄχελῴου ποταμοῦ· διὸ ἐκεῖνοι μὲν οἱ Εὐβοεῖς Κουρῆτες ἐκλήθησαν ἀπὸ τοῦ κείρεσθαι, οἱ δʼ ἐκβληθέντες Ἀκαρνᾶνες, ὡς μὴ κειρόμενοι.