Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Υ.
Strabo, Strabonis Geographiae Chrestomathia 26-6
Not analysed yet
Ὅτι ὁ Θέστιος πενθερὸς ἦν Τυνδάρεώ τε καὶ Οἰνέως, πατὴρ Λήδας τε καὶ Ἀλθαίας· καὶ πολέμου ὄντος Θεστιάδαις τε καὶ Κουρῆσι πρὸς Οἰνέα τε καὶ Αἰτωλοὺς καὶ Μελέαγρον, ἤτοι περὶ γῆς ὅρων ἢ μυθικῶς καθʼ Ὅμηρον «ἀμφὶ συὸς κεφαλῆ καὶ δέρματι, »ὁ Μελέαγρος ἀνεῖλε τοὺς τῆς Ἀλθαίας ἀδελφούς· ἀνδʼ ὧν Ἀλθαία «πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐριννῦθς. »