Ancient Greek · ~4 min
26 to 30
Strabo, Strabonis Geographiae Chrestomathia 26-3-30
Not analysed yet
Ὅτι περὶ τὰς Ἄλπεις καὶ τὰ δυσμικὰ τῆς Ἰταλίας ἡ ὁδὸς χαλεπωτάτη ἐστὶ καὶ κρημνώδης, ὡς καὶ τοῖς μικρὸν ὀλισθήσασι κίνδυνον εἶναι εἰς φάραγγας ἀβύσσους κατενεχθῆναι· ἃς ὁ Αὔγουστος δαπάναις πολλαῖς ἀνέκτισε καὶ κατὰ τὸ δυνατὸν ἐπλάτυνεν. Ἔχει δέ τι παράδοξον καὶ ἕτερον ἡ χώρα· κρυστάλλου γὰρ πλάκες μέγισται ἐκ τῶν ἀκρωρειῶν ἀπορρηγνύμεναι διέφθειρον τοὺς ὁδίτας. Ὅτι ἐστὶ λέξις οἱ δημοσιῶναι, ὥσπερ οἱ σιτῶναι καὶ βοῶναι καὶ ὀψῶναι. Ὅτι Στράβων ὁ γεωγράφος ἐπὶ Νέρωνος ἤκμαζε, τοῦ Ῥωμαίων αὐτοκράτορος. Ὅτι αἱ Ἄλπεις ἰδιόμορφόν τι ζῷον γεννῶσιν, ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ τριχώματος· ταῦτα δ᾿ ἐοικέναι κάπρῳ, ὑπὸ δὲ τῷ γεννείῳ πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον, ἀκρόκομον, πωλικῆς κέρκου τὸ πάχος. Ὅτι φησὶ Πολύβιος κατ᾿ Ἀκυληίαν εὑρεθῆναι χρυσεῖαμέταλλα οὕτως εὐφυῆ, ὥστε ἐπὶ δύο πόδας ἀποσύραντι τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι χρυσόν· τὸ δ᾿ ὄρυγμα μή πλειόνων ὑπάρχειν ἢ πεντεκαίδεκα ποδῶν. Εἶναι δὲ τοῦ χρυσοῦ τὸν μέν αὐτόθεν καθαρὸν, κυάμου μέγεθος ἢ θέρμου, τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος· τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος, σφόδρα δὲ λυσιτελοῦς.