Ancient Greek · ~7 min
18 to 25
Strabo, Strabonis Geographiae Chrestomathia 18-2-25
Not analysed yet
Ὅτι δὶς διέβη Καῖσαρ ὁ Θεὸς εἰς τὴν Βρετανίαν, ἄξιον δὲ λόγου οὐδὲν ἔπραξεν· αἱ γὰρ νῆες αὐτῷ, τῆς πανσελήνου ἐπίδοσιν λαβούσης τῆς ἀμπώτεως, κακῶς ἔπαθον καὶ ἐφθάρησαν αἱ πολλαί. Δύο δὲ νίκας ἐνίκησεν ἐκεῖ, καίτοι δύο μόνα τάγματα περαιώσας τῆς στρατιᾶς, καὶ ἔλαβε λείαν πολλήν. Ἐπὶ δὲ τοῦ Αὐγούστου τελέως εἴς φόρου ἀπαγωγήν Ῥωμαίοις κατέστησαν. Ὅτι οἱ τὴν Ἰέρνην νῆσον κατοικοῦντες Βρετανοὶ ἄγριοί εἰσι καὶ ἀνθρωποφάγοι καὶ ποηφάγοι; καὶ τοὺς γονεῖς τελευτήσοντας ἐσθίουσιν, καὶ φανερῶς μίγνυνται γυναιξί τε ἄλλαις καὶ μητράσιν. Ὅτι Πυθέας, εἰ καί τινα περὶ Θούλης λέγων ἐψεύσατο, ὅμως τῆς περὶ τὸ μαθηματικὸν θεωρίας εὖ λέγει περὶ αὐτήν. Λέγει δὲ τῶν· μὲν ἡμέρων καρπῶν τε καὶ ζῴνω ἀφορίαν εἶναι καὶ σπάνιν· κέγχρῳ δὲ καὶ ἄλλοις λαχάνοις καὶ καρποῖς καὶ ῥίζαις τρέφεσθαι. Σῖτος δὲ ὀλίγος γίνεται. Ὅτι ἐκ τῶν αὐτῶν τόπων τῆς Λιγυστικῆς ἔρχονται αἵ τε Ἄλπεις καὶ τὰ Ἀπέννινα ὄρη. Φασὶ δὲ τὰ ὄρη τῆς Λιγυστικῆς τοσοῦτον εἶναι ξυλοτρόφα, ὡς εὑρίσκεσθαί τινα δένδρα καὶ ὀκτὼ ποδῶν ἔχοντα τὸ διάμετρον τοῦ πάχους τὰ δὲ ὄρη ταῦτα ὑπερύψηλα καὶ ἀπότομα. Ὅτι οἱ Λίγυες οἴνῳ χρῶνται τῷ ἐκ τῆς γῆς σφῶν γινομένῳ, πιττίτῃ, αὐστηρῷ. Πλεονάζει δὲ καὶ τὸ λιγγούριον παρ αὐτοῖς, ὅ τινες ἤλεκτρον προσαγορεύουσιν. Ὅτι μεταξὺ Λιγύων καὶ τῆς Μασσαλίας οἰκεῖ τὸ τῶν Σαλύων ἔθνος παράλιον, τὰς Ἄλπεις τὰς παραλίους οἰκοῦν. Φασὶ δὲ τὸ ὕψος τῶν ὀρέων εἶναι, ᾗ ὀξύτατόν ἐστι, στάδια ρ΄, καὶ τοσοῦτον αὖθις τὴν κατάβασιν. Ὅτι ἔκ τῶν Ἄλπεων ῥεὶ ὅ τε Ῥῆνος καὶ ὁ Ἴστρος καὶ ὁ Πάδος καὶ ὁ Ῥοδανός. Ὅτι ὁ Πάδος ποταμὸς ἀπάντων ἐστὶ μείζων τῶν ἐν Εὐρώπη ποταμῶν πρὸς ταῖς ἐκβολαῖς αὐτοῦ πλὴν μόνου τοῦ Ἴστρου.