Ancient Greek · ~7 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 28
Not analysed yet
Ὅτι τὰ τοῦ Τανάιδος δύο στόματα διέχει ἀλλήλων ὡς στάδια ξ΄. Ἔνθα καὶ πόλις ὁμώνυμος τῷ ποταμῷ, μέγιστον ἐμπορεῖον τῶν βαρβάρων μετὰ τὸ Παντικάπαιον. Ἀπὸ δὲ τοῦ Παντικαπαίου πρὸς βορρᾶν στάδια κ΄ ἐνιόντι Μυρμήκιόν ἐστι πολίχνιον· εἶτα κώμη Παρθένιον, ἀπὸ σταδίων μ΄ τοῦ Μυρμηκίου, ἀπὸ δὲ Παντικαπαίου ξ΄. Ἔστι δὲ κατὰ μὲν τὸ Παντικάπαιον ὁ πορθμὸς, τοῦτʼ ἐστι τὸ πλάτος τοῦ Βοσπόρου, σταδίων ο΄· ἀπὸ δὲ τοῦ Παρθενίου, ὅπου καὶ τὸ στενότατόν ἐστι τοῦ πορθμοῦ, στάδια κ΄. Ἔχει δʼ ἐνταῦθα ἀντικειμένην ἐν τῇ Ἀσίᾳ κώμην, Ἀχίλλειον καλουμένην. Ἐντεῦθεν δὲ τὸ μῆκος τῆς λίμνης ἐπὶ τὸν Τάναϊν τὴν πόλιν καὶ τὴν νῆσον στάδια βσ΄. Ὁ δὲ κατὰ τὴν Ἀσίαν παράπλους κατὰ τὰ δεξιὰ μέρη ὀλίγῳ τι ὑπερβάλλει τῶν βσ´ εταδίων, ὁ δὲ ἀριστερὸς καὶ ἐπὶ Εὐρώπην (ὑπὲρ τοὺς) ζ ἔγγιστα, ὡς εἶναι τὴν τῆς συμπάσης λίμνης περίμετρον θ ἔγγιστα σταδίων· ἧς τὰ μὲν Εὐρωπαῖα μέρη ἔρημα, τὰ δ᾿ ἀνατολικὰ οἰκεῖται· ἡ δὲ Ταυρικὴ Χερρόνησος ἔοικε καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὸ σχῆμα τῇ Πελοποννήσῳ. Τὴν δὲ πλείστην μέχρι τοῦ ἰσθμοῦ καὶ τοῦ κόλπου τοῦ Καρκινίτου Ταῦροι, Σκυθικὸν ἔθνος, ᾤκουν καὶ ἐκαλεῖτο πάλαι ἡ χώρα αὕτη πᾶσα, σχεδὸν δέ τι καὶ ἔξω τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους, μικρὰ Σκυθία. Τῆς δὲ Χερρονήσου τῆς Ταυρικῆς, πλὴν τῆς ὀρεινῆς τῆς παραλίου μέχρι Θεοδοσίας, ἡ ἄλλη πεδιὰς καὶ εὔγειός ἐστι πᾶσα, σίτῳ δὲ καὶ σφόδρα εὐτυχής· τριακοντάχουν ἀποδίδωσι διὰ τοῦ τυχόντος ὀρυκτοῦ σχιζομένη. Φόρον δʼ ἔφερον Μιθριδάτῃ τῷ Εὐπάτορι. Ἐντεῦθέν φασι καὶ τὰ σιτοπομπεῖα τοῖς Ἕλλησιν εἶναι· καὶ Λεύκωνά φασι πέμψαι ἐντεῦθεν Ἀθηναίοις σίτου μεδίμνους μυριάδας ιε´. Διὰ δὲ τὸ νομάδας εἶναι τοὺς βορειοτέρους Γεωργοὶ οὗτοι ἐκαλοῦντο ἰδίως.