Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 27-2
Not analysed yet
Ὅτι μετὰ τὸν Συμβόλων λιμένα ἐν τῇ Ταυρικῇ, ὅς ἐστι δυσμικὸς καὶ βόρειος, ἡ Ταυρικὴ πρὸς νότον τοῦ Εὐξείνου παραλία, α οὖσα σταδίων τὸ μῆκος, τραχεῖα καὶ ὀρεινὴ καὶ καταιγίζουσα τοῖς βορέαις ἵδρυται· ἡ Θεοδοσία πόλις ἐν τῷ Βοσπόρῳ. Ἐν δὲ τῷ μέσῳ τῆς παραλίας ταύτης ἀκρωτήριόν ἐστι, τὸ καλούμενον Κριοῦ μέτωπον, ἀντικρὺ Παφλαγονίας καὶ τοῦ ἀκρωτηρίου αὐτῆς Καράμβιδος. Τὸ δὲ δίαρμα τὸ μεταξὺ Καράμβιδος καὶ Κριοῦ μετώπου στάδιοι βσ΄. Ἀπὸ δὲ Θεοδοσίας εἰς Παντικάπην, μητρόπολιν τῶν Βοσποριανῶν, πᾶσα ἡ χώρα εὔγειος καὶ εὔφορος σίτου, στάδια φλ΄. Ἡ δὲ Παντικάπαια πόλις ἵδρυται ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος λίμνης. Τὸ δὲ Παντικάπαιον λόφος ἐστὶ πάντη περιοικούμενος ἐν κύκλῳ σταδίων κ΄, κτίσμα Μιλησίων.