Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Η.
Strabo, Strabonis Geographiae Chrestomathia 28-2
Not analysed yet
Ὅτι Ὅμηρος, ὥσπερ λέγει κρῖ τὸ κριθὸν καὶ τὸ δῶμα δῶ κατὰ ἀποκοπήν, οὕτω λέγει καὶ Ἄλκιμον τὸν Ἀλκιμέδοντα καὶ Μέσσην τὴν Μεσσήνην· τὸ δὲ βριαρὸν Ἡσίοδος βρῖ καὶ τὸ βριθὺ ὡσαύτως· Σοφοκλῆς δὲ καὶ Ἴων τὸ ῥαδιον ῥᾷ· Ἐπίχαρμος δὲ τὸ λίαν λῖ, Συρακὼ δὲ τὰς Συρακούσσας. Ἐμπεδοκλῆς δὲ μίαν λέγει συλλαβὴν ὄψ, τοῦτʼ ἔστιν ὄψις· καὶ παρʼ Ἀντιμάχῳ Δήμητρός τοι Ἐλωελνίης ἱερὴ ὄψ, »καὶ ἄλφιτον ἄλφι Ἐυφορίων δὲ καὶ τὸν ἥλιον λέγει ἧλι Δωδὼ δὲ τὴν Δωδώνην ἄλλος ποιητῆς.