Ancient Greek
25 to 27
Strabo, Strabonis Geographiae Chrestomathia 25-6-27
Not analysed yet
Ὅτ ἡ Ἰθώμη πόλις ἐμφερής ἐστι τῇ Κορίνθῳ. περὶ ἧς Δημήτριος ὁ Φαληρεὺς πρὸς Φίλιππον τὸν Δημητρίου εἶπεν, ὅτι «Δεῖ σε τούτων τῶν δύο ἔχεσθαι πόλεων, εἴπερ ἐπιθυμεῖς τῆς Πελοποννήσου ἄρξαι κρατήσας γὰρ, φησὶ, τῶν κεράτων ἀμφοῖν, καθέξεις τὸν βοῦν. »Ὅτι αἱ Θυρίδες ἐν τῷ Μεσσηνιακῷ εἰσι κόλπῳ ἐντὸς τοῦ Ταινάρου· μεταξὺ δὲ τοῦ Ταινάρου καὶ τῆς Μαλέας ὁ Λακωνικός ἐστι κόλπος. Ὅτι ἀπὸ Ταινάρου εἰς Φυκοῦντα, ἄκραν τῆς Κυρηναίας, πρὸς νότον δίαρμά ἐστι σταδίων ,γ· εἰς δὲ Πάχυνον τῆς Σικελίας δχ· εἰς δὲ Μαλέαν πρὸς ἀνατολὰς χο κατακολπίζοντι· εἰς δὲ Ὄνου γνάθον, ταπεινὴν χερρόνησον ἐνδοτέρω τῶν Μαλεῶν, φκ΄.