Ancient Greek
28 to 32
Strabo, Strabonis Geographiae Chrestomathia 28-4-32
Not analysed yet
Ὅτι Πρίαμος, μικρὰν εὑρὼν τὴν τῶν Τρώων βασιλείαν, ὡς καὶ τὸν Ἡρακλέα «ἔξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν »ἐξαλαπάξαι αὐτῶν τὴν πόλιν, ἐπὶ μέγα αὐτήν ηὔξησεν, ὡς καὶ βασιλεὺς βασλέων γενέσθαι· ὦς δηλοῖ τὸ· «ὅσσον Λέσβος ἄνω, Μάκαρος ἕδος. »Ὅτι τὸ Τρωικὸν πεδίον ἀπὸ θαλάσσης ἕως τῆς Ἴδης διήκει· οὗ τὰ μὲν νότια τελευτᾷ εἰς τὴν Σκῆψιν, τὰ δὲ βόρεια εἰς τὴν Ζέλειαν. Ὅτι πολλοῖς καὶ ἀξιοπίστοις ἐπιχειρήμασιν ὁ Στράβων ἀπέδειξε τὴν νῦν καλουμένην Ἴλιον μὴ εἶναι τὴν ὁπὸ Ὁμήρου ᾀδομένην· ἀλλὰ ταύτης μετεωροτέρα καὶ ἀνατολικωτέρα ἐστὶν ἡ ἀληθῶς Ἴλιος, ἡ τοῦ Ἔκτορος πατρίς. Εἰ δὲ καὶ οὐδὲ ἴχνη αὐτῆς σώζεται νῦν, ἀλλὰ τῆς ταπεινοτέρας εἰσὶν ἔχνη, οὐ θαῦμα· ὁ γὰρ χρόνος πολλὰ τοιαῦτα ποιεῖ. Ὅτι τινὲς τὸν τόνον μετατιθέασι τοῦ στύχου τούτου· «θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν· «ἀναγινώσκουσι γὰρ πρὸ μιᾶς τὸν τόνον τιθέντες· ὡς τὸ θυάσιν, οὕτως γουνάσιν, ἀντὶ τοῦ ταῖς ἱκεσίαις. Ὅτι κατά τι παλαιὸν ἔθος Ἀγαμέμνων κατηράσατο κατὰ τῶν τολμησόντων κτίσαι αὖθις τὸ Ἴλιον· διὸ οἱ ὕστερον ἀφοσιούμενοι εὗρον πλησίον χωρίον ὁμοιότατον τῷ ἀρχαίῳ, καὶ ἔκτισαν αὐτὸ καὶ Ἴλιον ἐκάλεσαν, λεσαν, καὶ τὰς κατάρας ἐξέφυγον τοῦ Ἀγαμέμνονος.