Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΖ.
Strabo, Strabonis Geographiae Chrestomathia 29-5
Not analysed yet
Ὅτι ἐν Ὀξυρύγχῳ, πόλει καὶ νομῷ ὁμωνύμῳ, τιμᾶται ὁ ὀξύρυγχος ἐν ἱερῷ σηκῷ· καίτοι καὶ τῶν ἄλλων Αἰγυπείων κοινῇ τιμώντων τὸν ὀξύρυγχον. Τινὰ μὲν γὰρ τῶν ζῴων ἄπαντες κοινῇ τιμῶσιν Αἰγύπτιοι, καθάπερ τῶν μὲν πεζῶν τρία, βοῦν, κύνα, αἴλουρον, τῶν δὲ πτηνῶν δύο, ἱέρακα καὶ ἶβιν. τῶν δὲ ἐνύδρων δύο, λεπιδωτὸν ἰχθὺν καὶ ὀξύρυγχον· ἄλλα δ᾿ ἐστὶν, ἃ τιμῶσι καθʼ αὑτοὺς ἕκαστοι, καθάπερ Σαῖται πρόβατον καὶ Θηβαῖται, λάτον δὲ, τῶν ἐν τῷ Νείλῳ τινὰ ἰχθὺν, Λατοπολῖται, λύκον δὲ Λυκοπολῖται, κυνοκέφαλον δὲ Ἑρμοπολῖται, κῆπον δὲ Βαβυλώνιοι οἱ κατὰ Μέμφιν (ἔστι δʼ ὁ κῆπος τὸ μὲν πρόσωπον ἐοικὼς σατύρῳ, τἆλλα δὲ κυνὸς καὶ ἄρκτου μεταξὺ, γεννᾶται δʼ ἐν Αἰθιοπίᾳ), ἀετὸν δὲ Θηβαῖοι, λέοντα δὲ Λεοντοπολῖται, αἶγα δὲ καὶ τράγον Μενδήσιοι, μυγαλῆν δὲ Ἀθριβῖται, ἄλλοι δʼ ἄλλο τι.