Ancient Greek
27 to 28
Strabo, Strabonis Geographiae Chrestomathia 27-5-28
Not analysed yet
Ὅτι ἐν Ἀρσινόῃ πόλει, ἣ πρότερον Κροκοδείλων πόλις ἐκαλεῖτο, χειροήθης ἱερὸς κροκόδειλος ἐτρέφετο. Ἐν δὲ Ἡρακλέους πόλει τιμᾶται ὁ ἰχνεύμων, ἐχθρὸς ὢν κροκοδείλοις τε καὶ ἀσπίσιν, ὧν τά τε ὠὰ κατεσθίει ὁ ἰχνεύμων καὶ αὐτὰς τῷ πηλῷ θωρακισθεὶς διαφθείρει, εἰς τὸν ποταμὸν ἕλκων· τοῦ δὲ κροκοδείλου καθεύδοντος καὶ κεχηνότος, ὑπεισδὺς εἰς τὸ στόμα κατεσθίει τὰ σπλάγχνα. Ὅτι ἐν Κυνοπόλει ὁ Ἄνουβις τιμᾶται, καὶ τοῖς κυσὶ τιμὴ καὶ σίτισις τέτακταί τις ἱερά.