Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Θ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 3-3
Not analysed yet
ὅτι Ὅμηρος, ὅταν φῇ· «ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκοχίτωνες, »τοὺς Ἀθηναίους λέγει Ἰάονας, ὧν μέρος ἐστὶ καὶ ἡ Μ γαρὶς, ὡς καὶ τὸ ὁπὸ τοῦ Θησέως ἐν Κρομμυῶνι τοῦ ἰσθμοῦ μεθόριον δηλοῖ, τοιαύτην ἐπιγραφὴν ἔχον ἐπὶ μὲν τὰ νότια· «τάδʼ ἐστὶ Πελοπόννησος, οὐκ Ἰωνία· »ὀπὶ δὲ τὰ βόρεκια· «τάδʼ οὐχὶ Πελοπόννησος, ἀλλʼ Ἰωνία. »Ἀλλὰ καὶ τῶν Πανδιονίδων δ΄ ὄντων, Αἰγέως, Πάλλαντος, Λύκου, Νίσου, καὶ διὰ τοῦτο τῆς Ἀττικῆς εἰς δ΄ μέρη διαιρεθείσης, ὁ Νῖσος τὴν Μεγαρίδα ἔλαχε καὶ τὴν Νίσσιαν ἔκτισεν.