Ancient Greek · ~3 min
4 to 7
Strabo, Strabonis Geographiae Chrestomathia 4-4-7
Not analysed yet
Ὅτι πρὸ τοῦ Σουνίου τῆς Ἀττικῆς νῆσός ἐστι τραχεῖα καὶ ἔρημος, Ἑλένη ὄνομκ, καί φασι περὶ αὐτῆς λέγειν τὸν Ὅμηρον· «νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιότητι καὶ εὐνῇ. Ὅτι τῆς Ἀττικῆς ὄρη εἴσὶν δνομαστὰ ε΄, Ὑμηττὸς 5, Πάρνης, Κορυδαλλὸς, Βριλησσὸς, Λυκαβηττός. Ὅτι ἡ Βοιωτία τριθάλασσός ἐστι· κλύζεται γὰρ τῇ τε Κρισαίᾳ ἐκ νότου καὶ τῇ Μυρτῴᾳ ἀπὸ Γεραιστοῦ μέχρι Εὐρίπου καὶ τῇ Μαλιακῇ ἀπὸ Εὐρίπου μέχρι ποταμοῦ Σπερχειοῦ. Ὅτι παροιμία ἐστὶ, Θρᾳία παρεύρεσις οἱ γὰρ Θρᾷκες, ἔνσπονδοι Πελασγοῖς γεγονότες ἐπὶ ῥητάς τινας ἡμέρας, νύκτωρ ἐπέθεντο ἀποκρουσθέντες δʼ ὑπὸ Πελασγῶν καὶ τῇ ἑξῆς ἐγκαλούμενοι ἔφασαν· Ἀλλʼ οὐχὶ ταῖς νυξὶν ἄγειν εἰρήνην ὠμόσαμεν.