Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Α᾿.
Strabo, Strabonis Geographiae Chrestomathia 30
Not analysed yet
Ὅτι ὁ ἀπὸ θερινῆς ἀνατολῆς καικίας, ὁ δὲ κατὰ διάμετρον λὶψ, ὁ δʼ ἀπὸ χειμερινῆς ἀνατολῆς εὖρος, ὁ δὲ κατὰ διάμετρον ἀργέστης, οἱ δʼ ἀπὸ τοῦ ἰσημερινοῦ ἀπηλιώτης καὶ ζέφυρος. Καὶ ταῦτα μὲν Ἀριστοτέλης. Ὁ δὲ Ὅμηρος δυσαῆ μὲν ζέφυρον λέγει τὸν ἀργέστην, λίγα δὲ πνέοντα ζέφυρον τὸν ὑφʼ ἡμῶν ζέφυρον, ἀργέστην δὲ νότον τὸν λευκόνοτον· οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ νότου ὅλου εὕρου πως ὄντος· ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξῃ ἀργεστᾶο νότοιο, βαθείῃ λαίλαπι τύπτων· τὸν γὰρ δυσαῆ ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ λευκονότου συναγόμενα, ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ νότου νῦν ἀργέστου λεγομένου.