Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 30-3
Not analysed yet
Ὅτι ἀνελθόντες τινὲς εἰς τὴν Αἴτνην εἶδον πεδίον θερμότατον τεφρῶδες καὶ ἐν μέσῳ βουνὸν, καὶ αὐτὸν τεφρώδη, καὶ ἐξ αὐτοῦ καπνὸν ὀρθὸν ἀνιόντα ὡσεὶ ποδῶν σ΄, νηνεμίας οὔσης· καὶ εἴκασαν εἶναι καπνὸν καὶ φύσημα τοῦ κρατῆρος· καὶ τοῦ λεγομένου διηγήματος περὶ Ἐμπεδοκλέους ἐμνήσθησαν, ὅτι ἡ χαλκῆ κρηπὶς αὐτοῦ εὑρέθη ἐκφυσηθεῖσα, ὅτε αὐτὸς καθήλατο εἰς τὸν κρατῆρα. Ἀλλὰ τὸ μέν ἐπιλείπειν ποτέ τὸ πῦρ καὶ τὰ πνεύματα, ἐπιλειπούσης τῆς ὕλης, οὐκ ἄλογον· οὐ μὴν ἐπὶ τοσοῦτόν γε, ὥστε ἀντὶ τῆς τοσαύτης βίας ἐφικτὸν ἀνθρώπῳ γενέσθαι τὸν πλησιασμόν. Νύκτωρ μέν οὖν φέγγη φαίνεται λαμπρὰ ἐκ τῆς κορυφῆς, μεθ᾿ ἡμέραν δὲ καπνῷ καὶ ἀχλύι κατέχεται.