Ancient Greek · ~5 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 31-3
Not analysed yet
Ὅτι πᾶσα ἡ Σικελία κοίλη κατὰ γῆς ἐστι, ποταμῶν καὶ πυρὸς μεστή, καθάπερ τὸ Τυρρηνικὸν πέλαγος μέχρι τῆς Κυμαίας· καὶ θερμοῦ ὕδατος μεστή ἐστι. Περὶ δὲ Ἀκράγαντα λίμναι τὴν μὲν γεῦσιν ἔχουσι θαλάττης, τὴν δὲ φύσιν διάφορον· οὐδὲ γὰρ τοῖς ἀκολύμβοις βαπτίζεσθαι συμβαίνει, ξύλων τρόπον ἐπιπολάζουσιν· οἱ Παλικοὶ δὲ κρατῆρας ἔχουσιν ἀναβάλλοντας ὕδωρ εἰς θολοειδὲς ἀναφύσημα, καὶ πάλιν εἰς τὸν αὐτὸν δεχομένους μυχόν. Τὸ δὲ περὶ Μέταυρον σπήλαιον ἐντὸς ἔχει σύριγγα εὐμεγέθη καὶ ποταμὸν δι᾿ ᾳὐτῆς ῥέοντα ἀφανῆ μέχρι πολλοῦ διαστήματος, εἶτα ἀνακύπτοντα πρὸς τὴν ἐπιφάνειαν· καθάπερ Ὀρόντης ἐν Συρία, καταδὺς εἰς τὸ μεταξὺ χάσμα Ἀπαμείας καὶ Ἀντιοχείας, δ καλοῦσι Χάρυβδιν, ἀνατέλλει πάλιν ἐν μ σταδίοις. Τὰ δ᾿ ὅμοια καὶ ὁ Τίγρις ἐν τῆ Μεσοποταμία καὶ ὁ Νεῖλος ἐν τῇ Λιβύῃ, μικρὸν πρὸ τῶν πηγῶν. Τὸ δὲ περὶ Στύμφαλον ὕδωρ, ἐπὶ σ΄ σταδίους ὑπὸ γῆν ἐνεχθὲν, ἐν τῆ Ἀργεία τὸν Ἐρασῖνον ἐκδίδωσι ποταμόν· πάλιν τὸ πρὸς τὴν Ἀρκαδικὴν Ἀσέανὑποβρύχιον ὠσθὲν, ὀψέ ποτε τόν τε Ἀλφειὸν καὶ τὸν Εὐρώταν ἀναδίδωσιν, ὥστε καὶ πεπιστεῦσθαι μυθῶδές τι, ὅτι τῶν ἐπιφημισθέντων στεφάνων ἑκατέρῳ καὶ ῥιφέντων εἰς τὸ κοινὸν ῥεῦμα ἀναφαίνεται κατὰ τὸν ἐπιφημισμὸν ἑκάτερος ἐν τῷ οἰκείῳ ποταμῷ.