Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 30-4
Not analysed yet
Ὅτι ἐν Σκυθίᾳ ἀετὸς οὐ γίνεται. Γίνεται δὲ ζῷόν τι ἐνταῦθα, ὁ καλούμενος κόλος, μεταξὺ ἐλάφου τε καὶ κριοῦ τὸ μέγεθος, λευκὸς, ὀξύτερος τούτων τῷ δρόμῳ, πίνων τοῖς ῥώθωσιν εἰς τὴν κεφαλὴν, εἶτ᾿ ἐντεῦθεν εἰς ἡμέρας ταμιεύων πλείους, ὥστʼ ἐν τῇ ἀνύδρῳ νέμεσθαι ῥᾳδίως. Τοιαύτη μὲν ἡ μεταξὺ Ῥήνου καὶ Τανάιδος ποταμῶν χώρα, ἡ ἐκ τοῦ Ἴστρου ποταμοῦ ὑπὸ τῆς Ποντικῆς θαλάσσης ἀφοριζομένη.