Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 31-4
Not analysed yet
Ὅτι παράλληλά ἐστι τρόπον τινὰ τῷ Ἴστρῳ ποταμῷ τά τε Ἰλλυρικὰ καί τὰ Παιονικὰ καὶ τὰ Θρᾴκια ὄρη, μίαν πως γραμμὴν ἀποτελοῦντα, διήκουσαν ἀπὸ τοῦ Ἀδρίου μέχρι πρὸς τὸν Πόντον· ἧσπερ προσάρκτια μὲν τὰ μεταξὺ Ἴστρου ποταμοῦ καὶ τῶν δρῶν, πρὸς νότον δὲ ἥ τε Ἑλλὰς καὶ ἡ συνεχὴς βάρβαρος μέχρι τῆς ὀρεινῆς. Πρὸς μὲν οὖν τὸν Πόντον τὸ Αἷμόν ἐστιν ὄρος, μέγιστον τῶν ταύτῃ καὶ ὑψηλότατον, μέσην πως διαιροῦν τὴν Θρᾴκην. Πρὸς δὲ τῷ Ἀδρίᾳ πᾶσα ἡ Αδρία σχεδόν τι μέση δʼ ἡ Παιονία, καὶ αὕτη πᾶσα ὑψηλή. Ἐφʼ ἑκάτερα δὲ αὐτῆς, ἐπὶ μὲν τὰ Θρᾴκια ἡ Ῥοδόπη, ὅμορον ὑψηλὸν ὄρος μετὰ τὸν Αἷμον, ἐπὶ δὲ θάτερα πρὸς ἄρκτον τὰ Ἰλλυρικὰ ἥ τε τῶν Αὐταριατῶν χώρα καὶ ἡ Δαρδανική. Αἱ δʼ Ἄλπεις διατείνουσι μέχρι τῶν Ἰαπόδων, Κελτικοῦ τε ἅμα καὶ Ἰλλυρικοῦ ἔθνους. Ἡ δὲ Ὄκρα ταπεινότα μέρος τῶν Ἄλπεών ἐστι, τῶν διατεινουσῶν ἀπὸ τῆς Ῥαιτικῆς μέχρι Ἰαπόδων· ἐντεῦθιν δʼ ἐξαίρεται τὰ ὄρη πάλιν ἐν τοῖς Ἰάποσι καὶ καλεῖται Ἄλβια. Μεταξὺ δ᾿ Ὄκρας καὶ Ἀλβίων ὀρέων ἐν τῇ Ἰστρίᾳ τὰ ὄρη τὰ Καρούαγκα ἐπʼ εὐθείας. Τὰ δὲ Βέβια ἔτι ἀνατολικώτερα τῶν Ἀλβίων· ὡς εἶναι κατὰ τὸ ε’ κλίμα σχεδὸν ἐπʼ εὐθείας τὰ ὄρη ταῦτα, Ὄκραν, Καρσύαγκα, Ἄλβια, Βέβια εἶτα τὰ τῆς ἂνω Μυσίας ὄρη· εἶτα ὁ Αἶμος ὁ Θρᾴκιος ἕως τοῦ Εὐξείνου πόντου. Αὕτῃ οὖν ἡ κατὰ τὰ προκείμενα ὄρη εὐθεῖα παράλληλός ἐστι τῷ Ἴστρῳ σχεδόν.