Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Η.
Strabo, Strabonis Geographiae Chrestomathia 30-5
Not analysed yet
Ὅτι τὸ Ἄργος παρʼ Ὁμήρῳ πολλὰ σημαίνει, οἶον ἡ πόλις αὐτή· «Ἀργος τε Σπάρτη τε· »καὶ Ἄργος ἡ Πελοπόννησος, οἶον· «ἡμετέρῳ ἑνὶ οἴκῳ, ἐν Ἄργει· »καὶ Ἄργος ἡ Θετταλία, οἶον· «νῦν δὲ αὖ τοὺς, ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον· »καὶ ὅλη δὲ ἡ Ἑλλὰς οὕτως καλεῖται παρʼ αὐτῷ Ἄργος Ἀργείους γὰρ καλεῖ τοὺς Ἕλληνας πάντας, ὡς καὶ Δαναοὺς καὶ Ἀχαιούς.