Ancient Greek · ~7 min
30a to 38
Strabo, Strabonis Geographiae Chrestomathia 30a-38
Not analysed yet
α. Ὅτι ὥσπερ τὰ Κροκύλεια, ὄντα τῆς Ἀκαρνανίας, συναριθμεῖ Ὅμηρος ταῖς νήσοις, οὕτω καὶ τὴν Μάσητα τῇ Αἰγίνῃ, τῆς Ἀργολικῆς οὖσαν. Ὅτι ὁ Κρισαῖος κόλπος τῆς θαλάσσης ὁ Κορινθιακός ἐστι, περιοριζόμενος ὑπό τε Φωκίδος καὶ Βοιωτίας καὶ Μεγαρίδος καὶ ἰσθμοῦ καὶ τοῖς βορειοτέροις τε καὶ δυσμικωτέροις τῆς Πελοποννήσου· ὁ δὲ Κιθαιρὼν καὶ Ἐλιικὼν τὰ ὄρη ἐκ βορρᾶ εἰς αὐτὸν καθήκουσι καὶ ὁ μὲν Κιθαιρὼν ἐν τῇ Μεγαρίδι πρὸς τῇ ἀρχῇ τοῦ ἰσθμοῦ, ὁ δὲ Ἑλικὼν πρὸς δυσμάς. α. Ὅτι τινὸς Τεγεάτου χρωμένου ἐν Δελφοῖς, εἰ ἄμεινον αὐτῷ μετοικίζειν εἰς τὸν Κόρινθον, ἀνεῖλεν ὁ θεός· «εὐδαίμων ὁ Κόρινθος, ἐγὼ δʼ εἴη Τεγεάτης. Ὅτι ἡ Κορινθία χώρα οὐκ εὔγεώς ἐστιν, ἀλλὰ σκολιά τε καὶ τραχεῖα ἀφʼ οὗ πάντες ὀφρυόεντα Κόρινθον καλοῦσι καὶ παροιμιάζονται «Κόρινθος ὀφρυᾷ τε καὶ κοιλαίνεται. »Ὅτι ἡ Κρομμυωνία ὗς μήτηρ ἦν τοῦ Ἐρυμανθίου κάπρου. Ὅτι ἐν Αἰγαῖς τῆς Πελοποννήσου γέγονεν ἡ τὸν Δία θηλάσασα αἶξ, ἣν καὶ Ἄρατος λέγει Ὠλενίαν καλεῖσθαι· πλησίον γὰρ ἡ Ὤλενος τῶν Αἰγῶν. Ὅτι ἡ Κασταλία κρήνη ἐστὶν ἐν Δελφοῖς μαντικὸν ἔχουσα ὕδωρ. Ὅτι ἐπιφανῆ ὄρη Πελοποννήσου ταῦτα· Κυλλήνη, Φολόη, Λύκαιον, Μαίναλος, Παρθένιον, καθῆκον ἐπὶ τὴν Ἀργείαν ἀπὸ τῆς Τεγεάτιδος. »Ὅτι ὁ Ἐρασῖνος ποταμὸς ἐκδίδωσιν ἐκ τῆς Στυμφαλίδος λίμνης εἰς τὴν Ἀργείαν· πρότερον δʼ οὐκ ἐφαίνετο διὰ τὸ τετυφλῶσθαι τοὺς ἐκ τῆς λίμνης εἰς αὐτὸν πόρους καὶ ἡ τῶν Στυμφαλίων πόλις ἐπὶ τῆς λίμνηι ἦν, ἐπεὶ δὶ οἱ πόροι ὑπὸ σεισμῶν ἀνεστομώθησαν, ἀπέχει νῦν ἡ πόλις τῆς λίμνης στάδια ὑπὲρ τὰ ν΄. Ὅτι τῶν ἑν Πελοποννήσῳ οἰκήσεων οἰκισταὶ γεγόνασι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον, Κορίνθου μὲν Ἀλήτης, Σικυῶνος δὲ Φάλκης, Ἀχαιίδος δὲ Τισαμενὸς, Ἤλιδος δὲ Ὄξυλος, Μεσσήνης δὲ Κρεσφόντης, Λακεδαίμονος δὲ Εὐρυσθένης καὶ Προκλῆς, Ἄργους δὲ Τήμενος καὶ Κισσὸς, τῶν δὲ περὶ τὴν Ἀγαῖος Δηιφόντης.