Ancient Greek
31 to 33
Strabo, Strabonis Geographiae Chrestomathia 31-2-33
Not analysed yet
Ὅτι τὸ πρὸς νότον τοῦ Ἰβηρικοῦ πελάγους πέλαγος, ἕως Κυρήνης, Λιβυκὸν καλεῖται· τὸ δὲ πρὸς ἀνατολὰς τὸ μὲν Λιγυστικὸν, τὸ δὲ Σαρδῷον, τὸ δὲ Τυρρηνικόν. Ὅτι τοῦ Ἰονίου κόλπου τὸ μὲν μῆκος στάδια ,ε, τὸ δὲ πλάτος ,α β΄. Ὅτι ἀπὸ Παχύνου ἕως Κρήτης καὶ τῶν δυτικῶν ἕως Ταινάρου τῆς Πελοποννήσου, ἶσον ὺπάρχον, στάδιοι τετρακισχίλιοι πεντακοσιοι.