Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΕΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Β΄.
Strabo, Strabonis Geographiae Chrestomathia 34-2
Not analysed yet
Ὅτι τὸ Μυρτῷον πέλαγος μεταξὺ κεῖται Κρήτης τε καὶ Ἀττικῆς καὶ τῆς Ἀργείας, πλάτος ἔχον τὸ μέγιστον, τὸ ἀπὸ τῆς Ἀττικῆς, σταδίων ,α σ΄, μῆκος δὲ ἔλαττον ἢ διπλάσιον· ἐν ᾧ νῆσοι Κύθηρά τε καὶ Καλαυρία καὶ Αἴγινα καὶ τῶν Κυκλάδων νήσων τινές. Τῷ δὲ συνεχές ἐστι τό τε Αἰγαῖον σὺν τῷ Μέλανι κόλπῳ καὶ Ἑλλησπόντῳ καὶ τὸ Ἰκάριον καὶ τὸ Καρπάθιον μέχρι Ῥόδου καὶ Κρήτης καὶ Κύπρου. Τὸ δὲ Ἀσιατικὸν πέλαγος ἔχει τάς τε Κυκλάδας νήσους καὶ Σποράδας. καὶ τὰς προκειμένας Καρίας τε καὶ Ἰωνίας καὶ Αἰολίδος μέχρι Τρωάδος, καὶ τὰς πρὸ τῆς Ἑλλάδος καὶ Μακεδονίας ἀπὸ Εὐβοίας μέχρι Ἴμβρου καὶ Σαμοθρᾴκης.