Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΖ.
Strabo, Strabonis Geographiae Chrestomathia 31-6
Not analysed yet
Ὅτι τοῖς ἀρζαίοις μᾶλλον ἦν ἐν τιμῇ καὶ ἡ μαντικὴ καθόλου καὶ τὰ χρηστήρια· νυνὶ δʼ ὀλιγωρία πολλὴ κατέχει, τῶν Ῥωμαίων ἀρκουμένων τοῖς Σιβύλλης ἐης χρησμοῖς καὶ τοῖς Τυρρηνικοῖς θεοπροπίοις διά τε σπλάγχνων καὶ ὀρνιθείας καὶ διοσημιῶν. Διόπερ καὶ τὸ ἐν Ἄμμωνι ἐκλέλοιπε χρηστήριον, πρότερον δʼ ἐτετίμητο· ἔνθα καὶ Ἀλέξανδρος ἀνελθὼν ἐχρηστηριάζετο καὶ οὐχ ὥσπερ ἐν Δελφοῖς καὶ Βραγχίδαις τὰς ἀποθεσπίσεις διὰ λόγων, ἀλλὰ νεύμασι καὶ συμβόλοις τὸ πλέον· ὡς καὶ παρʼ Ὁμήρῳ «ἦ, καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι, »τοῦ προφήτου τὸν Δία ὑποκριναμένου. Τοῦτο μέντοι ῥητῶς εἰπεῖν τὸν προφήτην φασὶ πρὸς τὸν βασιλέα, ὅτι εἴη Διὸς υἱός.