Ancient Greek · ~7 min
32 to 43
Strabo, Strabonis Geographiae Chrestomathia 32-7-43
Not analysed yet
Ὅτι ἐν τῇ Ἀβύδῳ πόλει τιμῶσι τὸν Ὄσιριν· ἐν δὲ τῷ ἱερῷ τοῦ Ὀσίριδος οὐκ ἔξεστιν οὔτε ᾠδὸν οὔτε αὐλητὴν ἀπάρχεσθαι τῷ θεῷ, καθάπερ τοῖς ἄλλοις θεοῖς ἔθος. Ὅτι ἐν Τεντύρᾳ πόλει διαφερόντως παρὰ τοὺς ἄλλους Αἰγυπτίους ὁ κροκόδειλος ἠτίμωται καὶ ἔχθιστος τῶν ἁπάντων θηρίων νενόμισται καὶ ὑπʼ αὐτῶν φθείρεται. Ὅτι, ὥσπερ οἱ ἐν τῇ Κυρηναίᾳ Ψύλλοι Αἰθίοπες ἀντιπάθειαν ἔχουσι φυσικὴν πρὸς τὰ ἑρπετὰ, μηδὲν ὑπὸ ἰοβόλων πάσχοντες, οὕτως καὶ οἱ Τεντυρῖται οὐδὲν ὑπὸ κροκοδείλου πάσχουσιν, ἀλλὰ καὶ συγκολυμβῶσιν αὐτοῖς. Ὅτι τῶν ἑκατονταπύλων Θηβῶν, ἣ νῦν Διόσπολις καλεῖται, π΄ σταδίων ἦν τὸ μῆκος· νῦν δὲ κωμηδὸν οἰκεῖται. Ὅτι ἡ ἀστρονομία μάλιστα κατωρθώθη ὑπὸ Θηβαίων τῶν Αἰγυπτίων, ὧν αἰτιώτατος Ἑρμῆς ὁ Τρισμέγιστος. Ὅτι αἱ παρθένοι ἱέρειαι παρʼ Ἕλλησι Παλλάδες καλοῦνται. Ὅτι ἐν πόλει Ἐλεφαντίνῃ κρήνη ἐστὶ, συμπάσχουσα ταῖς τοῦ Νείλου ποταμοῦ ἀναβάσεσι, συναυξομειουμένη αὐτῷ, ἐξ ἧς τεκμαίρονται τὴν εὐκαρπίαν τῆς χώρας ἢ ἀφορίαν· εἰ γὰρ πολὺς ὁ Νεῖλος ἐπέλθοι, εὐφορία γίνεται, εἰ δὲ ὀλίγος, σπάνις. Εἰσὶν οὖν ἐν τῷ τοῦ φρέατος τοίχῳ παραγραφαὶ τῆς εὐετηρίας ἢ τοῦ ἐναντίου. Ὅτι ἐν Συήνῃ πόλει περὶ τὰς θερινὰς τροπὰς μέσον ἡμέρας τὰ φρέατα ἄσκια φαίνεται, καὶ οἱ γνώμονες ὡσαύτως. Ὅτι ὑπὲρ τὴν Ἐλεφαντίνην πόλιν ἐστὶν ὁ Καταράκτης. Ὅτι ἐν τοῖς κατὰ Στράβωνα χρόνοις Κανδάκη τις, ἀνδρικὴ γυνὴ Αἰθιόπισσα, ἦρξε τῶν ὑπὲρ Αἴγυπτον Αἰθιόπων· ἦν δὲ πεπηρωμένη τὸν ἕτερον τῶν ὀφθαλμῶν. Το δὲ βασίλειον τῆς Κανδάκης ἦν τὰ Νάπατα, πόλις μεγάλη. Ὅτι Κανδάκη πολλαῖς μυριάσιν Αἰθιόπων πρὸς Πετρώνιον, Ῥωμαῖον Αἰγύπτου ἄρχοντα, διεπολέμηκεν. Ἦρχε δὲ τῶν τόπων ἐκείνων, ἔνθα ὁ Καμβύσου στρατὸς κατεχώσθη ὑπὸ τῆς ἄμμου καὶ τοῦ νότου πνεύσαντός βιαίως. Ὅτι τὰ τῶν Αἰθιόπων πρόβατα καὶ αἶγες καὶ βόες καὶ κύνες μικρὰ παντελῶς εἰσι. Τάχα δʼ ἐκ τούτου καὶ τοὺς Πυγμαίους τινὲς ἐμυθολόγησαν· οὐ γάρ ἐστιν ἀληθὲς τὸ τῶν Πυγμαίων.