Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Α᾿.
Strabo, Strabonis Geographiae Chrestomathia 32
Not analysed yet
Ὅτι «Aἰθίοπας, τοὶ διχθὰ δεδοίαται ἔσχατοι ἀνδρῶν, Οἱ μὲν δυσομένου Υπερίονος, οἱ δʼ ἀνιόντος, »Κράτης μὲν ἐξηγεῖται, ὅτι ἡ μεγάλη τῆς Ἴνδικῆς θάλασσα, μεσεμβολοῦσα τοὺς Αἰθίοπας ἐξ ἀνατολῶν ἰπὶ δυσμὰς, ποιεῖ αὐτοὺς δύχα δεδαῖσθαι· δ δὲ Ἀρίσταρχος συνεχῆ τὴν Αἰθιοπίαν λέγει εἶναι ἐξ ἀνατολῶν ἕως δυσμῶν· διὸ τοὺς μέν αὐτῶν γνωρίζεσθαι, τοὺς ἄκρους, τοὺς μέσους δὲ ἀγνοεῖσθαι, εἶτε περιρρθτου οὔσης τῆς πάσης Λιβύης εἶτε ἰσθμοῦ τινὸς μεταξὺ τῆς τε Ἀτλαντικῆς θαλάσσης καὶ τῆς Ἐρυθρᾶς κειμένου, καὶ ἡμῖν ἀγνοουμένων τῶν ἐκείνα Αἰθιόπων κατοικοάντων· καὶ διὰ τοῦτο δύο Αἰθιοπίαι λέγονται.