Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Α᾿.
Strabo, Strabonis Geographiae Chrestomathia 33
Not analysed yet
Ὁτ, Ὅμηρος τὰ νότια μέρη τοῦ κόσμου ἑῷα καλεῖ καὶ ἡλιακὰ, τὰ δὲ βόρεια ἑσπέρια καὶ νυκτερινὰ, οἶον· «αὐτὴ δὲ χθαμαλὺ πανυπερτάτη εἰν ἁλὶ κεῖται Πρὸς ζόφον· αἱ δέ τʼ ἄνευθε, πρὸς ἠῶ τʼ ἠέλιόν τε· »ἡ γὰρ Ἰθάκη βορειοτέρα ἐστὶ τῶν νήσων ἐκείνων· καὶ πάλιν· «εἴτ’ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα· »καὶ αὖθις. «Ὤ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠὼς, Οὐδʼ ὅπῃ ἡέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, Οὐδʼ ὅπη ἀννεῖται.