Ancient Greek · ~8 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 32-2
Not analysed yet
Ὅτι ἡ Λιπάρα δυνατὴ γέγονε καὶ ἦρξέ ποτε, Κνιδίων οὖσα ἔποικος· ἐκαλεῖτο δὲ Μελιγουνὶς πρὶν, καὶ ἀκροθίνια πολλὰ ἀνέθηκεν εἰς Δελφούς· ἔχει δὲ καὶ γῆν εὔκαρπον καὶ στυπτηρίας μέταλλον ἐμπρόσοδον καὶ θερμὰ ὕδατα, ὡς καὶ ἡ Σικελία, καὶ πυρὸς ἀναπνοάς. Ταύτης δὲ μεταξύ πώς ἐστι καὶ τῆς Σικελίας, ἣν νῦν Ἡφαίστου Ἱερὰν καλοῦσι, πετρώδης πᾶσα καὶ ἔρημος, διάπυρος. Ἔχει δὲ ἀναπνοὰς τρεῖς, ὡς ἂν ἐκ τριῶν κρατήρων· ἐκ δὲ τοῦ μεγίστου καὶ μύδρους αἱ φλόγες ἀναφέρουσιν, οἳ προσκεχώκασιν ἤδη πολὺ μέρος τοῦ πόρου. Ἐκ δὲ τῆς τηρήσεως πεπίστευται, διότι τοῖς ἀνέμοις συμπαροξύνονται καὶ αἱ φλόγες, αἵ τε ἐνταῦθα καὶ αἱ κατὰ τὴν Αἴτνην. Οὐκ ἄλογον δέ· καὶ γὰρ οἱ ἄνεμοι γεννῶνται καὶ τρέφονται τὴν ἀρχὴν λαβόντες ἀπὸ τῶν ἐκ τῆς θαλάττης ἀναθυμιάσεων· ὥστʼ ἀπὸ συγγενοῦς ὕλης καὶ πάθους καὶ τὸ πῦρ ἐξαπτόμενον οὐκ ἐᾷ θαυμάζειν τοὺς ὁρῶντας ἄλλως γέ πως τὰ τοιάδε, Φασὶ δὲ τῶν τριῶν κρατήρων τὸν μὲν κατερρυηκέναι ἐκ μέρους, τοὺς δὲ συμμένειν. Τὸν δὲ μέγιστον τὸ χεῖλος ἔχειν, περιφερὲς ὄν, ε΄ σταδίων· κατʼ ὀλίγον δὲ συνάγεσθαι εἰς λ΄ ποδῶν διάμετρον, κατʼ οὗ βάθος εἶναι τὸ μέχρι θαλάττης σταδῖαίον, ὥστε καθορᾶν ταῖς νηνεμίαις. Ἐὰν μὲν οὖν νότος μέλλῃ πνεῖν, ἀχλὺν ὁμιχλώδη καταχεῖσθαι κύκλῳ φησὶ τῆς νησῖδος, ὥστε μηδὲ τὴν Σικελίαν ἄπωθεν φαίνεσθαι· ὅταν δὲ βορέας, φλόγας καθαρὰς ἀπὸ τοῦ λεχθέντος κρατῆρος εἰς ὕψος ἐξαίρεσθαι καὶ βρόμους ἐκπέμπεσθαι μείζους· τὸν δὲ ζέφυρον μέσην τινὰ ἔχειν τάξιν· τοὺς δʼ ἄλλους κρατῆρκς ὁμοειδεῖς μὲν εἶναι, τῇ δὲ βίᾳ λείπεσθαι τῶν ἀναφυσημάτων. Ἔκ τε δὴ (καὶ) τῆς διαφορᾶς τῶν βρόμων καὶ ἐκ τοῦ πόθεν ἄρχεται τὰ ἀναφυσήματα καὶ αἱ φλόγες καὶ αἱ λιγνύες, προσημαίνεσθαι καὶ τὸν εἰς ἡμέραν τρίτην πάλιν μέλλοντα ἄνεμον πνεῖν. Τῶν γοῦν ἐν Λιπάρᾳ, γενομένης ἀπλοίας, προειπεῖν τινάς φασι τὸν ἐσόμενον ἄνεμον καὶ μὴ διαψεύσασθαι. Ἀφʼ οὗ καὶ τὸ μυθωδέστατον δοκοῦν εἰρῆσθαι τῷ Ὁμήρῳ, οὐ μάτην εἴφηται· ἀλλʼ αἴνιγμα τῆς ἀληθείας ἦν, ὅτε ἔλεγε, ταμίαν τῶν ἀνέμων εἶναι τὸν Αἴολον.