Ancient Greek
32 to 33
Strabo, Strabonis Geographiae Chrestomathia 32-4-33
Not analysed yet
Ὅτι ὁ Εὐφράτης κατὰ Σελεύκειαν, πόλιν μεγάλην, ἐπιστρέφει αὖθις πρὸς νότον, ἔγγιστα πόλεως μεγάλης Κτησιφῶντος, κειμένης ἐν τῷ Τίγριδι, ὡς εἶναι τὸ μεταξὺ τῶν δύο ποταμῶν καὶ τῶν δύο πόλεων περὶ στάδια ιβ΄. Ὅτι ἀπὸ τοῦ Ἀντιταύρου, ὄρους τῆς μικρᾶς Ἀρμενίας, ἐξέρχονταί τινες ἀποσχίδες τῶν ὀρέων πρὸς βορρᾶν, ἄλλοις καὶ ἄλλοις ὀνόμασι χρώμεναι· ὧν ἐστιν ἔν καὶ ὁ Πολυάρρην (Παρυάρδης̣) καλούμενος καὶ ὁ Σκορδίσκος καὶ τὰ Μοσχικὰ, διήκοντα ἕως Ἰβηρίας, διὰ μέσης Ἀρμενίας κείμενα τῆς μεγάλης.