Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΞΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΑ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 34-4
Not analysed yet
Ὅτι ἐν Μεσοποταμία ὄρος ἐστὶν ὁ Ταῦρος, συνεχὴς ὢν τῷ Καππαδοκικῷ Ταύρῳ, ὃ διορίζει Ἀρμενίαν καὶ Μεσοποταμίαν· εἶτα πρὸς ἀνατολὰς τά τε Γορδυαῖα ὄρη καὶ ὁ Νιφάτης, ἔξ ὡν ὁ Τίγρις ῥεῖ, καὶ τὸ Μάσιον ὄρος τὸ ὑπερκείμενον τῆς Νισίβιδος πόλεως· εἶτα ἐφεξῆς πρὸς ἀνατολὰς τὰ Χόαθρα ὄρη, εἶτα ὁ Ζάγρος, εἶτα ὁ Ὀρόντης, εἶτα ὁ Κορωνὸς ὁ διορίζων ἀπὸ Παρθίας τὴν Ὑρκανίαν εἶτα τὰ Σάριφα ὄρη τῆς Μαργιανῆς, ἐξ ὧν ὁ Ὦξος ποταμὸς ῥεῖ, εἶτα τὰ ιδίως Καυκάσια ὄρη τα διείργοντα Παροπανισάδας μέν πρὸς δύσιν, Ἰνδοὺς δὲ πρὸς ἀνατολὰς, εἶτα τὸ Ἴμαον τὸ διορίζον Σογδιανοὺς καὶ Ἰνδούς. Ταῦτα δὲ τὰ ὄρη πάντα ὡς ἔν λογισθέντα ὁ Ταῦρός ἐστι τὸ ὄρος ὁ διαιρῶν πᾶσαν τὴν Ἀσίαν δίχα, ἀπὸ Μυκάλης τῆς Ἰωνικῆς ἀρξάμενος ἕως Ἰνδῶν ἔσχάτων.