Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΒ.
Strabo, Strabonis Geographiae Chrestomathia 32-5
Not analysed yet
Ὅτι Στράβων ἀγωνίζεται ἐξηγεῖσθαι τὰ Ὁμηρικὰ ἔπη ταῦτα· «Αὐτὰρ Ἀλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον, Τηλόθεν ἐξ Ἀλύβης· »ὡς ὅτι Ἀλιζῶνες οὗτοί εἰσιν οἱ νῦν περὶ τήν Τραπεζοῦντα οἰκοῦντες Χαλδαῖοι· οἳ πρὶν μὲν Χάλυβες ἐκαλοῦντο, ἔτι δὲ πρότερον Ἄλυβες, ὡς ἔφη Ὅμηρος· «τηλόθεν ἐξ Ἀλύβης· »ἔτι δὲ πρότερον Ἀλιλξῶνες. Καὶ γὰρ ὁ χρόνος ῥέων εἴωθεν τὰς τῶν ἐθνῶν κλήσεις μετασχηματίζειν· Σίντιες μὲν γὰρ ἔθνος Θρᾳκικὸν τὸ τὴν Λῆμνον οἰκῆσαν, εἶτα Σίντοι, εἶτα Σάιοι, ὡς Ἀρχίλοχος· «ἀσπίδα μὲν Σαΐων τις ἀνείλετο· »εἶτα Σάπαι, νῦν περὶ τὰ Ἄβδηρα πόλιν οἰκοῦντες. Πάλιν Βρύγοι, Βρέγες, Βρύγες, Φρύγες οἱ αὐτοί· πάλιν Μαίονες, Μῄονες. Οὕτως οὖν Χαλδαῖοι, Χάλυβες, Ἄλυβες· «τηλόθεν ἐξ Ἀλύβης· »καὶ τὸ τηλόθεν προσκείμενον σημεῖον ποιεῖται τούτου. Τινές δὲ περὶ τὴν τοῦ Ῥυνδάκου ποταμοῦ χώραν φασὶ τοὺς Ἀλιζῶνας οἰκεῖν· ἄλλοι περὶ Κύμην τὴν Αἰολικὴν ἢ περὶ τὴν Μυρλεάτιδα γῆν ἢ περὶ τὰ Πύγελα, τῆς Ἐφεσίας ἐγγὺς ἢ Πριήνης.