Ancient Greek · ~4 min
33 to 38
Strabo, Strabonis Geographiae Chrestomathia 33-3-38
Not analysed yet
Ὅτι τὸ «τηλόθεν ἐξ Ἀλύβης »παρέλκειν φασὶν, ὡς τὸ «τῆλ᾿ ἐξ Ἀσκανίης· »καὶ ἐπὶ τοῦ Ἀρωαίου· «τὸ γὰρ θέτο πότηα μήτηρ· »καὶ ἐπὶ τῆς Πηνελόπης· «εἵλετο δὲ κληῖδ᾿ εὐκαμπέα χειρὶ παχείῃ· «καὶ τὸ «οἶωνοῖσί τε πᾶσι· »καὶ «ἐείκοσι πᾶσαι ἐφύσων. »Ὅτι ὁ Πακτωλὸς ποταμὸς καὶ ὁ Ὕλλος εἰς τὸν Ἕρμον ἐμβάλλουσι· γεννῶνται δὲ ἐκ τοῦ Τμώλου ὄρους πλησίον Σάρδεων πόλεως. Ὅτι ἡ μικρὰ Ἀρμενία ἦρξέ ποτε Τιβαρηνῶν τε καὶ Χαλδαίων καὶ Φαρνακίων, ἀλλʼ ὁ Εὐπάτωρ Μιθριδάτης, τούτους ταπεινώσας, τὴν ἀρχὴν αὐτῶν ἐσφετερίσατο καὶ ἔτι Κόλχων ἦρξιν. Ὄτι τῇ Φαρνακία συνεχής ἐστιν ἡ Σιδήνη καὶ ἡ Θεμίσκυρα· τούτων δʼ ἡ Φανάροια ὑπέρκειται, ἐλαιόφυτος χώρα καὶ εὐδαίμων, μεταξὺ κειμένη Λύκου τε ποταμοῦ καὶ Ἴριδος ποταμοῦ. Ὅτι ὑπὲρ τὴν Φανάροιαν τὰ Ποντικὰ Κόμανα κεῖται, ὁμώνυμα τοῖς ἐν τῇ μεγάλῃ Καππαδοκίᾳ. Ὅτι διὰ τὸ πλῆθος τῶν ἐν Κορίνθῳ ἑταιρίδων καὶ τὴν εἰς αὐτὰς δαπάνην παροιμία γέγονεν· «οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθόν ἐσθʼ ὁ πλοῦς· »ἀλλὰ τῶν πλουσίων δηλονότι.