Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΘΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΔ.
Strabo, Strabonis Geographiae Chrestomathia 32-6
Not analysed yet
Ὅτι Ἑκατόμνω τοῦ Καρῶν βασιλέως ἦσαν υἱοὶ γ΄, Μαυσωλὸς καὶ Ἰδριεὺς καὶ Πιξώδαρος, καὶ θυγατέρες δύο, ἄν τῆ πρεσβυτέρᾳ Ἀρτεμισίᾳ Μαυσωλὸς συνῷκησε, τῇ δὲ Ἄδ ὁ δεύτερος ἀδελφὸς Ἰδριεύς. Μετὰ δὲ θάνατον Μαυσωλοῦ Ἀρτεμισία ἦρξεν, ἐκείνης δ᾿ ἀποθανούσης, Ἰδριεὺς, ὃν διεδέξατο Ἄδα ἡ ἀδελφὴ καὶ γυνή. Ὁ δὲ Πιξώδαρος μηδίσας καὶ προσλαβῶν σατράπην κοινωνὸν τῆς ἀρχῆς παρὰ Περσῶν ἐξέβαλε τὴν Ἄδαν· ἐλθόντος δὲ τοῦ Ἀλεξάνδρου, κατέφυγε πρὸς αὐτὸν ἡ Ἄδα καὶ υἱὸν θετὸν ἐποίησε καὶ κληρονόμον καὶ οὕτως τὴν Καρῶν ἀρχὴν ἀνέλαβεν.