Ancient Greek · ~2 min
33 to 38
Strabo, Strabonis Geographiae Chrestomathia 33-5-38
Not analysed yet
Ὅτι περὶ τὸν Κράγον ὄρος τῆς Λυκίας τὰ κατὰ Χίμαιραν μυθολογοῦνται. Ὅτι τὰ Σόλυμα ὄρη Πισιδῶν ἐστι περὶ Τερμησσὸν πόλιν. Ὅτι κρόκος θηλυκῶς λέγεται. Ὅτι ἀπὸ Σόλων τῆς Κιλικίας ἦν Χρύσιππός τε ὁ Στωικὸς καὶ Ἄρατος. Ὅτι τὸ παλαιὸν ἢ Ταρσὸς ἐσπούδασε τοσοῦτον περὶ φιλοσοφίαν καὶ τὴν ἄλλην παίδευσιν, ὥστε καὶ Ἄθήνας καὶ Ἀλεξάνδρειαν ὁπερεβάλετο σχεδόν· οἰ δε μανθάνοντες ἦσαν Ταρσεῖς. Ὅτι «ἔργα νέων, βουλαὶ μέσων, πορδαὶ δὲ γιρόντοιν. »