Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Α᾿.
Strabo, Strabonis Geographiae Chrestomathia 34
Not analysed yet
Ὅτι ἄμεινον τὴν Ἀσίαν χωρίζειν τῆς Λιβύης τῷ Ἀραβίῳ κόλπῳ, ἀπὸ τῆς μεγάλης θαλάσσης δίκην μεσημβρινοῦ διήκοντι ἕως τοῦ κατὰ Πηλούσιον ἰσθμοῦ, μῆκος στάδια μύρια καὶ πεντακισχίλια, πλάτος δὲ, ὅπου μέγιστον, οὐ πλείω τῶν χιλίων σταδίων ἔχοντι. Ὁ δʼ αὐτὸς οὗτος ὅρος καὶ τῶν δύο Αἰθιοπιῶν εἴη· ὁ δὲ Νεῖλος οὐκ ἄξιος ἂν εἴη μεθόριον λέγεσθαι· πολλὴ γὰρ ἡ νοτιωτέρα τούτου Ἀσία ἀδιαίρετος λείπεται, ἡ Αιβύη ἡ αὐτὴ ἀμφιδοξουμένη.