Ancient Greek · ~4 min
35 to 39
Strabo, Strabonis Geographiae Chrestomathia 35-6-39
Not analysed yet
Ὅτι τὸ Πομπηΐου τοῦ Μάγνου σῶμα ἐν τῷ Κασίῳ λόφῳ κεῖται περὶ Σερβωνίδα λίμνην πλησίον Πηλουσίου πόλεως. Ὅτι ἀπὸ Ὀρθωσίας πόλεως Φοινίκης εíς τὸ Πηλούσιον στάδιοι γχν κατακολπίζοντι· ἡ δὲ ὁδὸς πρὸς δυσμὰς χειμερινάς. Πάλιν δὲ ἀπὸ τῆς αὐτῆς Ὀρθωσίας ἐπὶ τὸν Ὀρόντην ποταμὸν αρλ΄, πρὸς ἀνατολὰς θερινάς. Ἀπὸ δὲ Ὀρόντου ποταμοῦ ἐπὶ τὰ ὅρια τῆς Συρίας καὶ Κιλικίας στάδιοι φκ΄ πρὸς ἀνατολὰς θερινάς. Ὅτι τὸν Μωσῆν τὸν παῤ Ἰουδαίοις λέγει ὁ Στράβων, ὅτι Αἰγύπτιος ἦν ἱερεὺς καὶ μὴ ἀρεσκόμενος τῇ τῶν Αἰγυπτίων θρησκείᾳ ἀπῆρεν εῖς τὴν Παλαιστίνην καὶ πολλοὺς συμπαρέλαβε μεθʼ ἑαυτοῦ ἐξ Αἰγύπτου. Ἐπαινεῖ δὲ τὸν Μωσῆν ὁ Στράβων, ὡς εὐσεβῶς πράξαντα τοῦτο καὶ δικαίως. Ὅτι ὕστερον μετὰ τὸν Μωσῆν ἡ δεισιδαιμονία τοῖς Ἰουδαίοις συνέπεσεν, οἷον ἡ περιτομὴ καὶ ἡ τῶν κρεῶν ἀποχή. Ὅτι Ἰεροσόλυμα πόλις τὰ μὲν ἔσω ἔνυδρα ἔχει, τὰ δʼ ἐκτὸς ἔνυδρα· ἡ δὲ τάφρος τῆς πόλεως οὐκ ὀρυκτὴ, ἀλλὰ λατομητὴ, πέτρα βαθεῖα· ὁ δʼ ἐξ αὐτῆς κοπεὶς λίθος τὴν πόλιν ἔκτισεν.