Ancient Greek · ~7 min
25 to 34
Strabo, Strabonis Geographiae Chrestomathia 25-8-34
Not analysed yet
Ὅτι Ποσειδώνιος ἱστορεῖ ἐν Κοίλῃ Συρίᾳ τὸν δράκοντα πεπτωκότα ὁραθῆναι νεκρὸν, μῆκος σχεδόν τι καὶ πλεθριαῖον, πάχος δ᾿, ὥστε ἱππέας ἑκατέρωθεν παραστάντας ἀλλήλους μή καθορᾶν, τὸ δὲ χάσμα τοῦ στόματος, ὥστ᾿ ἔφιππον δέξασθαι, τῆς δὲ φολίδος λεπίδα ἑκάστην ὑπέρ θυρεὸν εἶναι. Ὅτι ἅπασα ἡ χώρα ἡ ἀπὸ τῆς Σελευκίδος ὡς ἐπὶ Αἴγυπτον καὶ Ἀραβίαν Κοίλη Συρία καλεῖται· ἰδίως δ᾿ ἡ τῷ Λιβάνῳ καὶ τῷ Ἀντιλιβάνῳ ἀφωρισμένη. Ἡ δ᾿ ἀπὸ Ὀρθωσίας πόλεως μέχρι Πηλουσίου παραλία Φοινίκη καλεῖται, στενή τις οὖσα. Ἡ δʼ ὑπὲρ ταύτης μεσόγαια μέχρι τῶν Ἀράβων ἡ μεταξὺ Γάζης καὶ Ἀντιλιβάνου Ἰουδαία λέγεται. Ὅτι ἡ Τύρος, νῆσος πρὶν οὖσα, Ἀλεξάνδρου τῷ χώματι τῆς πολιορκίας χερρόνησός ἐστιν, ἡ δʼ ἐκεῖσε πορφύρα καλλίστη. Ὅτι Σιδὼν πολύτεχνός ἐστι πόλις καὶ καλλίτεχνος, φιλόσοφός τε καὶ ἀριθμητικὴ καὶ λογιστικὴ καὶ ἀστρονομικὴ καὶ ἐμπορικὴ καὶ νυκτοπλοϊκὴ, καθάπερ καὶ ἡ Αἴγυππος γεωμετρική. Ὅτι Σιδὼν ἀπὸ Τύρου ἀπέχει πρὸς βορρᾶν στάδια σ΄. Ὅτι μετὰ Τύρον Πτολεμαΐς ἐστι πόλις, περὶ ἧς ἱστορεῖται παράδοξον. Ἔν τινι γὰρ πολέμῳ, τροπῆς γενομένης λαμπρᾶς τοῖς ἐνοίκοις παρὰ τὸν αἰγιαλὸν, κῦμα ἐξαπίνης ἐπελθὸν ἐκάλυψε τοὺς φεύγοντας· εἶτα πελαγίσαν μικρὸν, ὕστερον ὑπέφυγε τὸ ὕδωρ καὶ κατελείφθησαν ἐν τοῖς κοίλοις χωρίοις νεκροὶ οἱ ἄνδρες καὶ οἱ ἰχθύες. Ὅτι τὰ κατὰ τὴν Ἀνδρομέδαν περὶ τὴν Ἰόπην γενέσθαι φασί· καὶ τὰ Ἱεροσόλυμα ἐπίνειον ἔχουσι τὴν Ἰόπην. Ὅτι ἀπὸ Κασίου εἰς τὸ Πηλούσιον, πόλιν Αἰγύπτου, στάδιοι τ΄. Ὅτι ἡ Γάζα πόλις ἀπὸ θαλέσσης ζ΄ σταδίους ἐπέχει· ἀπὸ δὲ Γάζης πόλεως εἰς Ἀΐλα πόλιν, τὸ ἀνατολικώτατον σημεῖον τοῦ Ἀραβίου κόλπου, διʼ ἐρήμου στάδιοι ασξ΄. Εἰς δὲ τὸ δυτικὸν μυχὸν τοῦ Ἀραβίου κόλπου, καλούμενον Ἡρωοπολιτικὸν, ἀπὸ Πηλουσίου ὁδὸς ἔρημος καὶ ἑρπετῶν πλήρης. Ὅτι μετὰ Γάζαν Ῥαφία πόλις καὶ Ῥινοκόρουρα πόλις· ὠνόμασται δʼ οὕτως, ἐπειδή ποτε Αἰγύπτιοι τοὺς ἁλισκομένους κακούργους ῥινοτομοῦντες ἐκεῖ κατῴκιζον, οἳ οὐκέτι ἐτόλμων ὑποστρέφειν εἰς Αἴγυπτον διὰ τὸ παράσημοι εἶναι.