Ancient Greek · ~4 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Α᾿.
Strabo, Strabonis Geographiae Chrestomathia 36
Not analysed yet
Ὅτι ὁ Πόντος τὸ παλαιὸν λίμνη ἦν, ἀλλὰ τῷ πλήθει τῶν τοσούτων ποταμίων ὑδάτων τῶν εἰς αὐτὰν ἐμβαλλόντων, τάχα δὲ καὶ σεισμῶν ἐξαισίων γενομένων, διερράγη ἡ κατὰ τὸ Βυζάντιον γῆ, καὶ οὅτως τὸ ὕδωρ ἐκχυθὲν εἰς τὸ Αἰγαῖον καὶ Μυρτῷον συνεχεῖς τὰς δύο θαλάσσας εἰργάσατο. Ἐλπὶς δὲ καὶ τὸν Πόντον ποτὲ χερσωθῆναι· καὶ γὰρ τὰ περὶ τὸν Σαλμυδησσὸν καὶ τὰ καλούμενα Στήθη καὶ ἡ περὶ τὸν Ἴστρον Σκυθική ἐρημία ἤδη τεναγίζει. Ἀλλὰ καὶ τὸ Ἄμμωνος ἐν Λιβύῃ ἱερὸν παραθαλάσσιόν ποτε ἦν· σημεῖον δὲ, ὅτι περὶ τοὺς τρισχιλίους σταδίους ἄπέχοντος ἀπὸ τῆς νῦν θαλάσσης, πᾶσα ἡ ὁδὸς ψαμμώδης τέ ἐστι καὶ μεστή κόγχων καὶ χηραμύδων καὶ καρκίνων καὶ ὀστρέων (ὀστῶν). Ἀλλὰ καὶ ἡ Αἴγυπτός ποτε πέλαγος ἦν· καὶ ἡ Σικελία συνεχὴς τῇ Ἰταλίᾳ. Τὸ δὲ περὶ τὴν Ἀμμωνιακὴν πάθος γέγονε, ῤαγέντος τοῦ κατὰ τὰς Στήλας πορθμοῦ· καὶ διὰ τὸ ταπεινότερον εἶναι τὸ ἔξω Στηλῶν ἔδαφος ἐκχυθῆναι μὲν τὸ κατὰ τὴν Λιβύην ὕδωρ καὶ τέναγος γενέσθαι ἐπὶ πολὺ τὸν κατὰ Πηλούσιον ἰσθμὸν, λιμνάσαι δὲ τὸ Ἀτλαντικὸν, συνεχές γενόμενον τῆ ἔσω θαλάσσῃ.