Ancient Greek · ~7 min
37 to 42
Strabo, Strabonis Geographiae Chrestomathia 37-42
Not analysed yet
Ὅτι ἡ τῆς τῶν κυμάτων τῆς θαλάσσης κινήσεως συνέχεια φυσική ἐστιν αὐτῆς τῆς θαλέσσης, οἶον σφυγμικὴ ἀναπνοὴ, καθʼ ἣν οἵ τε εὔριποι παλινδρομοῦσι, καὶ τὰ ναυάγια καὶ περιττώματα ἐκκυμαίνεται. «ἀποπτύει δʼ ἁλὸς ἄχνην· »ἀλλὰ καὶ ἐν τοῖς ἀπογαίοις πνεύμασιν οὐδὲν ἦττον τὸ κυμάτιον, ἐκ τοῦ πελάγους προαιρετικὴν, ὡς ἂν εἴποι τις, κινούμενον κίνησιν, «πολλὸν παρέξ ἅλα φῦκος ἔχευεν. Ὅτι οὐ μᾶλλον ἡ Σικελία ἀπερράγη τῆς Ἰταλίας, ἢ ὑπὸ τοῦ πυρὸς τοῦ Αἰτναίου ἀνεδόθη, καὶ αἱ περὶ τὴν Λιπτάραν νῆσοι καὶ αἱ Πιθηκοῦσσαι· ὥστε ἐλπὶς καὶ ἠπείρους οὖας ὰνδόδοσθαι κάτωθεν καὶ ἄλλας συνιζάνειν κάτω ἀφανιζομένας· ὅπερ καί ἡ Ἀτλαντὶς παρὰ Πλάτωνι νῆσος παθεῖν ἱστόρηται καὶ Βοῦρα περὶ τὴν Ἑλλάδα. Ὅτι τοῦ τοὺς εὐρίπους εἶναι ῥοώδεις οὐκ ἔστι μία αἰτία· ὁ μὲν γὰρ Σικελικὸς δὶς. ὁ δέ Ναλκιδικὸς ἑπτάκις, ὁ δέ κατὰ Βυζάντιον οὐδʼ ὅλως παλινοστεῖ, ἀλλʼ ἀεὶ ἀπὸ τοῦ Πόντου ῥεῖ εἰς δυσμάς. Ὅτι ἡ ἐν τῷ μυχῷ τοῦ Ἰονίου Ἰστρία ἀπὸ τοῦ Ἴστρου ποταμοῦ ὠνομάσθαι λέγεται, ἐκ τοῦ μεγάλου Ἴστρου ἀποσχιζομένου, ὥς τινές φασιν· ἀλλὰ καὶ τὸν Ἰάσονα οἱ μῦθοι ἐκ τοῦ Πόντου διὰ τούτου τοῦ ποταμοῦ ἐξάγουσιν εἰς τὴν Ἑλληνικήν θάλασσαν. Ὅττι μέσον Θήρας καὶ Θηρασίας ἐκπεσοῦσαι φλόγες ἐκ τοῦ πελάγους ἐφ᾿ ἡμέρας τέτταρας, ὥστε πᾶσαν ζεῖν καὶ φλέγεσθαι τὴν θάλατταν, ἀνεφύσησαν κατʼ ὀλίγον ἐξαιρομένην, ὡς ἂν ὀργανικῶς, καὶ συντιθεμένην ἐκ μύδρων νῆσον, ἔχουσαν δώδεκα σταδίων τὴν περίμετρον. Ὅτι, σεισμοῦ γενομένου μεγίστου, τῆς τε Σιδῶνος τὰ δύο μέρη κατεστράφη καὶ ἑτέρα πόλις δλη πλησίον αὐτῆς, καὶ Εὐβοίας ἡ ἐν Εὐρίπῳ Ἀρέθουσα κρήνη ἀπετυφλώθη καὶ οὐ πρότερον ἔπαυσε, πρὶν χάσμα μέγα περὶ τὸ Ληλάντιον πεβίον γεγονὸς πηλοῦ διαπύρου ποταμὸν ἐξήρασε· τότε δέ καὶ τῆς Ἀρεθούσης αἱ πηγαὶ πάλιν ἀνεδόθησαν.