Ancient Greek · ~5 min
37 to 40
Strabo, Strabonis Geographiae Chrestomathia 37-2-40
Not analysed yet
Ὅτι ἡ Καμπανία χώρα εὐδαιμονεστάτη ἐστῖ, καὶ διὰ τοῦτο περιμάχητος γέγονεν Ὀπικοῖς τε καὶ Αὐσονίοις. Μητρόπολιν δ᾿ ἔχει Καπύην, τὴν οἷον κεφαλήν· κάπην γὰρ τὴν κεφαλὴν καλοῦσι. Τὴν δὲ χώραν φασὶ τρὶς διὰ τοῦ ἔτους σπείρεσθαι, δὶς μέν ζειᾷ, εἶτα ἐλύμῳ· τινὰ δὲ τῆς χώρας καὶ λαχανεύεσθαι τὸ τέταρτον. Ἔνθα καὶ ὁ Φκλερνὸς οἶνος γίνεται, ἄριστος ὤν. Ὅτι ἡ ἐν Ἰταλίᾳ Κύμη, τῆς Κκμπανικᾶς μοίρας, Ἑλληνικὴ ἐστι, Χαλκιδέων καὶ Κυμαίων αρχαιότατον κτίσμα, συμφωνησάντων, ἴνα τῶν μὲν τὸ ὀνομα ἔχοι ή κτισθησομένη πόλις, τῶν δὲ ἵνκ ἡ ἀποικία λέγοιτο· διὸ καὶ νῦν, Κύμη καλουμένη, Χαλκιδίων λέγεται ἀποικία. Οἰ δὲ τὸν στόλον ἄγοντες Ἱπποκλῆς τε ὁ Κυμαῖος καὶ Μεγασθένης ὁ Χαλκιδεὺς ἦσαν. Ὅτι μετὰ τὴν Κύμην πόλιν πρὸς νότον ἐστὶ τὸ Μισηνὸν ἄκρον, μεθ᾿ ὃ Βαΐα καὶ τὰ θερμὰ ὕδατα, πρός τε τρυφὴν καὶ θεραπείαν νόσων ἐπιτήδεια. Ὅθεν οἱ Ῥωμαῖοι βαίαν καλοῦσι τὴν τροφὸν καὶ βαϊοῦλον, διὰ τὰς Βαΐας, τόπον ὄντα ἀπολαυστικώτατον καὶ τρυφῶντι έπιτιδειον. Ὅτι τὴν Δικαιαρχίαν πόλιν Ῥωμαίων τινές οἰκήσαντες κατὰ τὴν Ἀννίβα στρατείαν μετωνόμασαν Ποτιόλους· ἔχει δέ λιμένα χειροποίητον. Ὑπέρκειτα δὲ τῆς πόλεως εὐθὺς ἡ τοῦ Ἡφαίστου ἀγορὰ, πεδίον περικεκλεισμένον διαπύροις ὀφρύσι, καμινώδεις ἐχούσαις ἀναπνοὰς πολλαχοῦ καὶ βρομώδεις ἱκανῶς· τὸ δὲ πεδίον θείου πλῆρές ἐστι συρτοῦ.