Ancient Greek · ~2 min
ΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Ε΄.
Strabo, Strabonis Geographiae Chrestomathia 36-2
Not analysed yet
Ὅτι Μαρσοὶ καὶ Πελιγνοὶ καὶ Μαρρουκῖνοι καὶ Φρεντανοὶ, περὶ τὸ Ἀπέννινον οἰκοῦντες, μαχι μώτατοί εἰσι καὶ πολλάκις τὴν ἀρετήν αὐτῶν ἐπεδείξαντο· πρῶτον μέν, μὴ θέλοντες ὑπὸ Ῥωμαίοις τελεῖν· εἶτα, συστρατεύοντες Ῥωμαίοις· εἶτα, τῆς Ῥωμαϊκῆς ἀντιποιούμενοι πολιτείας καὶ μή τυγχάνοντες, τὸν Μαρσικὸν ἐξῆψαν πόλεμον, ἀπὸ τῶν προκαταρξάντων ὀνομασθέντα· Κορφίνιον, τὴν τῶν Πελιγνῶν μητρόπολιν παραλίαν, κοινήν πᾶσι τοῖς Ἰταλιώταις ἀποδείξαντες πόλιν ἀντὶ τῆς Ῥώμης, ὁρμητήριον τοῦ πολέμου, μετωνόμασαν Ἰταλικήν πόλιν· ἔνθα καὶ ὁπάτους καὶ στρατηγοὺς ἐχειροτόνησαν, καὶ δύο ἔτη πολεμήσαντες διεπράξαντο ὅσα ἐβούλοντο παρὰ Ῥωμαίων.