Ancient Greek · ~5 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 37-3
Not analysed yet
Ὅτι ἡ τῶν Ἰαπύγων χώρα παραδόξως ἐστὶν ἀστεία· ἐπιπολῆς γὰρ φαινομένη τραχεῖα εὑρίσκεται βαθύγειος σχιζομένη· ἀνυδροτέρα δὲ οὖσα εὔβοτος καὶ εὔδενδρὸς ἐστιν. Εὐάνδρησε δέ ποτε καὶ τοῦτο σφόδρα τὸ χωρίον σύμπαν καὶ ἔσχε πόλεις ιγ΄· ἀλλὰ νῦν, πλὴν Τάραντος καὶ Βρεντεσίου, τὰ ἄλλα πολίσματά εἰσιν· οὕτως ἐκπεπόνηνται καὶ τεταπείνωνται. Ἐνταῦθα καὶ ὁ σκόπελος, ὃν καλοῦσιν ἄκραν Ἰαπυγίαν, πολὺς ἐκκείμενος εἰς τὸ πέλαγος κατὰ τὰς χειμερινὰς ἀνατολὰς, ἐπιστρέφων δέ πως ἐπὶ τὸ Λακίνιον, ἄκρον τῆς Βρεττίας (ἢν Ἐλλάδα μεγάλην ἀπὸ τῆς τοῦ Πυθαγόρου ἐνταῦθα διατριβῆς ἐκάλεσαν) ἀνταῖρον ἀπὸ τῆς ἑσπέρας αὐτῷ καὶ κλεῖον τὸ στόμα τοῦ Ταραντίνου κόλπου πρὸς αὐτόν· καὶ τὰ Κεραύνια δ᾿ ὁμοίως ὄρη κλείει πρὸς αὐτὸν τοῦ Ἰονίου κόλπου. Καὶ ἔστι τὸ δίαρμα ὅσον ψ΄ σταδίων ἀπ᾿ αὐτοῦ πρός τε τὰ Κεραύνια καὶ πρὸς τὸ Λακίνιον. Περίπλους δ᾿ Τάραντός ἐστιν ἐς Βρεντέσιον μέχρι μέν Βάριδος πολίχνης χ΄ στάδιοι. Καλοῦσι δὲ Βάριν οἱ νῦν . Ἔνθεν εἰς τὰ Λευκὰ στάδια π΄, πολίχνιον καὶ τοῦτο, ἐν ᾧ δείκνυται πηγὴ δυσώδους ὕδατος. Ἐκ δὲ τῶν Λευκῶν εἰς Ὑδροῦντα πολίχνην στάδια ρν΄. Ἐντεῦθεν δ᾿ εἰς Βρεντέσιον υ΄· οἱ δὲ ἴσοι καὶ εἰς Σάσωνα τὴν νῆσον, ἥτις μέση πως ἵδρυται τῆς τε Ἰαπυγίας καὶ τῶν Κεραυνίων τῆς Ἠπείρου.