Ancient Greek · ~4 min
38 to 41
Strabo, Strabonis Geographiae Chrestomathia 38-41
Not analysed yet
Ὅτι ἡ ἀπὸ Βρεντεσίου ὁδὸς εἰς Τάραντα, τοῦτ᾿ ἐστιν ὁ ἰσθμὸς, στάδια σ΄, ἀφορίζων γῆν, ἢν Μεσσαπίαν πίαν τε καὶ Ἰαπυγίαν καὶ Καλαβρίαν καὶ Σαλεντίνην κοινῶς οἱ πολλοὶ καλοῦσι, χερρόνησον οὖσαν. Ὅτι εὐλίμενός ἐστιν ἡ πόλις τὸ Βρεντέσιον· ἑνὶ γὰρ στόματι πολλοὶ κλείονται λιμένες ἄκλυστοι, κόλπων ἀπολαμβανομένων ἐντὸς, ὥστ᾿ ἐοικέναι κέρασιν ἐλάφου τὸ σχῆμα, ἀφ᾿ οὗ καὶ τοὔνομα· σὺν γὰρ τῆ πόλει κεφαλῇ μάλιστα ἐλάφου προσέοικεν ὁ τόπος· τῆ δὲ Μεσσαπία γλώττη Βρεντέσιον ἡ κεφαλὴ τοῦ ἐλάφου καλεῖται. Καί εἰσιν ἀπὸ Ῥώμης εἰς Βρεντέσιον μίλια τξ΄. Ὅτι ἀπὸ Βρεντεσίου πλοῦς ἐστιν εἰς τὴν περαίαν διπλοῦς· ὁ μὲν ἐπὶ τὰ Κεραύνια καὶ τὴν Ἤπειρον, ὁ δὲ εἰς Δυρράχιον μείζων τοῦ προτέρου· ἔστι γὰρ αω΄ σταδίων. Τέτριπται δʼ ἑκάτερος τούτων, διὰ τὸ τὴν πόλιν εὐφυῶς κεῖσθαι πρός τε τὰ τῶν Ἰλλυριῶν ἔθνη καὶ τὰ τῶν Μακεδόνων. Ὅτι τὸ παλαιὸν ἐκαλεῖτο (τὸ) Ἀργυροΐππειον ἡ πόλις, ὕστερον Ἀργυρίππα, εἶτα ὕστερον ἐκλήθη Ἄρποι, κτίσμα Διομήδους.