Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΞΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΑ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 37-4
Not analysed yet
Ὅτι ἡ Μηδία διχῆ διήρηται· ἔστι γὰρ αὐτῆς τὸ μὲν ἀνατολικὸν, ὃ καὶ μεγάλη καλεῖται, ἧς μητρόπολις τὰ Ἐκβάτανα, ὅπερ ἦν βασίλειον τῶν Μηδικῶν βασιλέων, ἔνθα καὶ οἱ Περσῶν βασιλεῖς ἐθέριζον, ἐχείμαζον δ᾿ ἐν Σελευκείᾳ· τὸ δέ δυτικὸν, ἥτις καλεῖται Ἀτροπατηνὴ ἀπὸ Ἀτροπάτου σατράπου, ὃς ἐκώλυσε τὴν χώραν ταύτην ὑπὸ Μακεδόσι καὶ Ἀλεξάνδρῳ τελέσαι. Ἐστι δέ ἡ χώρα τῇ μὲν Ἀρμενία καὶ τῇ Ματιανῇ πρὸς ἕω, τῆ δὲ μεγάλη Μηδίς πρὸς δύσιν, πρὸς ἄρκτον δ᾿ ἀμφοῖν. Τῆς δὲ Ἀτροπατηνῆς μέρος ἥ τε Καδουσία καὶ ἡ παρὰ Ξενοφῶντι Καρδουχία καὶ Τηλοὶ καὶ Μάρδοι ἕως τοῦ Ἀράξου ποταμοῦ, ὃς ὁρίζει Ἀρμενίαν καὶ Ἀτροπατηνήν. Αἱ δὲ Κάσπιαι πύλαι μεθόριόν εἰσι τῆς τε μεγάλης Μηδίας καὶ τῆς Παρθυαίας καὶ Ὑρκανίας.