Ancient Greek · ~3 min
38 to 43
Strabo, Strabonis Geographiae Chrestomathia 38-4-43
Not analysed yet
Ὅτι τῆς Ἀτροπατηνῆς χώρας ὁ Ἀτροπάτης ἐβασίλευσεν ἕως ποταμοῦ Ἀράξου μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν, καὶ διήρκεσεν ἐπὶ πολλὰ ἔτη ἡ τούτου βασιλεία. Ἐν δὲ τῇ Ματιανῇ λέμνη ἐστὶν ἅλας φίρουσα. Ὅτι ληκτικὰ γένη δʼ ἦν Μάρδοι μὲν Πέρσαις γείτονες, Οὔξιοι δὲ καὶ Ἐλυμαῖοι Πέρσαις τε καὶ Σουσίοις, Κωσσαῖοι δὲ Μήδοις. Καὶ πάντες οὗτοι φόρους ἐπράττοντο τοὺς τῆς Ἀσίας βασιλεῖς· Κωσσαῖοι δὲ καὶ δῶρα ἐλάμβανον, ἡνίκα ὁ βασιλεὺς θερίσας ἐν Ἐκβατάνοις ὑπέστρεφεν. ἄλλοι Ἐλυμαῖοι ἐν τῇ Ἐρυθρᾷ, καὶ ἕτεροι περὶ Μηδίαν. Ὅτι τὴν Σιτακηνὴν τῆς Ἀσσυρίας τινὲς Ἀπολλωνιᾶτιν καλοῦσιν. Ὅτι ἡ ὑπὸ ταῖς Κασπίαις πύλαις χώρα ταπεινή τέ ἐστι καὶ εὐδαίμων καὶ πάμφορος πλὴν ἐλαίας. Ὅτι δύο Κάσπιοί εἰσιν ἔθνη, οἱ μὲν δυσμικώτεροι τῶν Καδουσίων περὶ τὴν ὁμώνυμον θάλασσαν καὶ τὸν Καμβύσην ποταμὸν, οἱ δὲ γείτονες τῶν Παρθυαίων, ὧν εἰσι καὶ αἱ Κάσπιαι πύλαι.