Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΘΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΔ.
Strabo, Strabonis Geographiae Chrestomathia 39-3
Not analysed yet
Ὅτι ὁ μὲν τῶν Πελοπιδῶν πλοῦτος ἀπὸ τῶν περὶ Φρυγίαν καὶ Σίπυλον μετάλλων γέγονεν, ὁ δὲ Κάδμου περὶ Θρᾴκην καὶ τὸ Παγγαῖον ὄρος, ὁ δὲ Πριάμου ἐκ τῶν ἐν Ἀστύροις περὶ Ἄβυδον χρυ σείων, ὧν καὶ νῦν ἔτι μικρὰ λείπεται πολλὴ δʼ ἡ ἐκβολὴ καὶ τὰ ὀρύγματα, σημεῖα τῆς πάλαι μεταλλείας· ὁ δὲ Μίδου ἐκ τῶν περὶ τὸ Βέρμιον ὄρος, ὁ δὲ Γύγου καὶ Ἀλυάττου καὶ Κροίσου ἀπὸ τῶν ἐν Λυδίᾳ τῇ μεταξὺ Ἀταρνέως τε καὶ Περγάμου, πολίχνη ἐρήμη. ἐκμεμεταλλευμένα ἔχουσα τὰ χωρία.